Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 15-7
Not analysed yet
Tοῦτο οἶμαί ἐστι τὸ “Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνο- “μίαν.’’ ἐν ἀρχαῖς μὲν γὰρ ῾Ιεροβοὰμ, ἵνα τῶν σκήπτρων μὴ ἀποπέσοι· τὰς κατὰ νόμον θυσίας ἀποπληροῦν ἐθέλοντος τοῦ ᾿Ισραὴλ, ταύτης τε ἕνεκα τῆς αἰτίας ἀναφοιτῶντος εἰς ῾Ιεροσόλυμα· τὰς δαμάλεις ἐπενόησε τὰς χρυσᾶς. καὶ ὥσπερ τινὰ πονηροῦ σπέρματος καταβολὴν εἰς νοῦν ἐδέχετο κατακεχωσμένην, ὥσπερ καὶ ἐγκεκρυμμένην τὴν ἁμαρτίαν. ἀλλ’ ἥξει φησὶ καὶ ὁ τῶν ὡδίνων καιρός. οὗτος δ’ ἃν νοοῖτο πάλιν, ὅ τε τοῦ πολέμου καὶ τῆς αἰχμαλωσίας. εἰ γὰρ καὶ μὴ αὐτῷ συνέβη τῷ Ἐφραῒλ, ἀλλ’ οὖν τοῖς ἐξ αὐτοῦ γε· γονόσιν, ἤγουν τοῖς τῆς ἀρχῆς διαδόχοις, ἐπῆλθον κατὰ καιροὺς, ὅτι τῆς ἐκείνου δυσσεβείας γεγόνασι μιμηταί.