Ancient Greek · ~6 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 16-14
Not analysed yet
Bδελυρόν τι χρῆμα, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων τῷ πανάγνῳ Θεῷ καὶ κρίσις ἄδικος καὶ δωροδοκία. γέγραπται γὰρ ὅτι “Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδουνται ὁδοί. ἥττηνται γὰρ ὧδέ τινες τῆς ἐπαράτου φιλοκερδείας καὶ λημματίων αἰσχρῶν, ὡς ἡγεῖσθαι πα οὐδὲν τὸ παρευθύνειν τὸ δίκαιον, καὶ πιπράσκειν τὴν ἀλήθειαν. ὥσπερ δὲ οἱ κόνιν λαβόντες εἰς ὀφθαλμοὺς ἀτονοῦσαν ἔχουσι τῆς ὀπτικῆς δυνάμεως τὴν ἐνέργειαν, οὕτω κἀκεῖνοι τὴν εἰς νοῦν δεχόμενοι πήρωσιν οὐχ ὁρῶσιν ἔτι· “Τὰ γὰρ δῶρα “ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καθ’ ἁ γέγραπται, καὶ λυμαί- “νεται ῥήματα δίκαια·” οἱ δὲ δὴ τὸ δίκαιον παρευθύνοντες, τῶν θείων ἀξιωμάτων τὸ εἰλικρινὲς ἀδικοῦσι κάλλος. πρέπει γὰρ μόνῳ τὸ κρίνειν Θεῷ, καὶ τοῦτο εἰδὼς ὁ μα- Κάριος ἔφη Μωυσῆς “Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι “ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.” ὁ δὲ κρίνειν ἄδικα μεμελετηκὼς, μονονουχὶ τῶν θείων καὶ ὑπερτάτων ἅπτεται θρόνων, καὶ εἰς αὐτὴν ἴστω πεπλημμεληκὼς τὴν ἀπόῤῥητον δόξαν, ἣ κρίνειν οἶδεν ὀρθῶς καὶ δικαίως. Θεοῦ γὰρ ἡ κρίσις, ὡς ἔφην. πάνδεινον δὲ πρὸς τούτῳ καὶ τὸ κέρδους ἀφορμὰς ποιεῖσθαι τὴν εὐσέβειαν, καὶ πορισμὸν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ. ἄθρει γὰρ ὅπως ἀκαταιτίατον οὐκ ἐᾷ προφήτην καὶ ἱερέα μισθοφορεῖν ἐθέλοντα, ὡς τοῖς προσιοῦσιν ἐπαγγέλλεσθαι λαλεῖν, εἰ δὴ προσκομίζειν ἕλοιντο μισθούς τε καὶ δῶρα. οἶμαι δὲ ὅτι ψευδοπροφητῶν διαμέμνηται πάλιν ὁ λόγος εἰς τὸ παρὸν, καὶ οὐχὶ πάντως ἱερουργῶν τῶν ἐκ νόμου καὶ ἀληθινῶς, ἀλλ’ οἷς ἦν ἔθος τὰς τοιάσδε τιμὰς ὑποτρέχειν, καὶ ὠνητὴν ἑαυτοῖς περιποιεῖσθαι τὴν δόξαν. οὐ γὰρ ἂν προφήτης ἅγιος, ἤγουν ἱερεὺς ἀληθῶς, τοῖς τοιοῖσδε πταίσμασι τὴν ἰδίαν ἔνοχον καθίστη ψυχήν.