Ancient Greek · ~17 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 16.1
Not analysed yet
Ιδοὺ δὴ σαφῶς χαριεῖσθαι κατεπαγγέλλεται τὴν τοῦ Ἀγίου πνεύματος χύσιν, τουτέστιν ἀμφιλαφῆ χορηγίαν, οὐκ εἰς προφήτην ἐξειλεγμένως ἕνα που καὶ δύο τύχον, ἀλλὰ τὴν εἰς ἅπαντας ἁπλῶς τοὺς ἑλεῖν ἀξίους. ὃ δὴ καὶ πεπεράνθαι φαμὲν ἐγηγερμένου χριστοῦ, καὶ τὸ τοῦ θανάτου καταλύσαντος κράτος. ἀπαρχὴν γὰρ ὥσπερ τῆς ὧδε σεπτῆς καὶ ἀξιαγάστου χάριτος τοῖς ἁγίοις ἐνετίθει μαθηταῖς, ἐμφυσῶν τε καὶ λεγ́ων “Λάβετε πνεῦμα “Αγιον.’’ ἔδει γὰρ ἔδει τοὺς τῆς Ἐκκλησίας μυσταγωγοὺς, καὶ τῆς ὑφ’ ἡλίῳ παιδευτὰς ἐσομένους καὶ πρό γε τῶν ἄλλων τῇ τοῦ Ἁγίου Πνεύματος δόσει κατακαλλύνεσθαι, καὶ οἷόν τινα τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν ἀπαρχὴν γεγονότας, τῇ θείᾳ τε καὶ οὐρανίῳ καταχρυσοῦσθαι χάριτι. κατὰ δέ γε τὰς ἡμέρας τῆς Πεντηκοστῆς συναγηγερμένων εἰς οἶκον ἕνα τῶν μαθητῶν, καὶ τὰς συνήθεις Θεῷ προσαγόντων λιτὰς, γέγονεν “Ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, “καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ “πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο “λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς “ἀποφθέγγεσθαι.’’ ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Xριστῷ μαρτύρια, καὶ τὰ δἰ ὧν ἦν εἰκὸς εἰκὸς ἑτοίμως εἰσιέναι πρὸς εὐπείθειαν ἀναπεπεισμένους εὖ μάλα τοὺς ἀκροωμένους, ὡς ἐνέστηκε λοιπὸν ὁ τῆς εὐδοκίας καιρὸς, καὶ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ χριστῷ προαπηγγελμένα πρὸς πέρας ἥκει λοιπόν. οὐκοῦν προεφήτευον, ἁπάσῃ γλώσση λαλοῦντες, προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ τοῦτο. γέγραπται γάρ “ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν “χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ' οὕτως “πιστεύσωσι.’’ τοῦτό τοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος, εἰς σημεῖον δεδόσθαι τοῖς Ἰουδαίοις ἔφασκε τὴν πολυγλωσ- σίαν. ὅτι δὲ καταπτάντος ἐξ οὐρανῶν τοῦ Ἁγίου Πνεύματος πολλοὶ λίαν ἦσαν οἱ τῷ τῆς προφητείας ἀναμεστούμενοι πνεύματι, σαφηνιεῖ γράφων ὁ Παῦλος “προφῆται δὲ “δύο ἢ τρεῖς λαλείτωσαν καὶ ἄλλοι διακρινέτωσαν. ἐὰν “δὲ ἄλλῳ ἀποκαλυφθῇ φησὶ καθημένῳ, ὁ πρῶτος σιγάτω. 1 “δύνασθε γὰρ πάντες καθ’ ἕνα προφητεύειν.’ πάλαι μὲν γὰρ διὰ πολλὴν δυστροπίαν παρακρούοντος τοῦ Ἰσραὴλ, ἔφασκε Θεός “Ἴδου ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν “ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἁλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον “κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται “ζητοῦντες τὸν λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσι.’’ καὶ πρός γε τὸν μακάριον Ιεζεκιήλ “καὶ τὴν γλῶσσάν σου “συνδήσω καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν.’’ ἐπειδὴ δὲ, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν “Θεὸς Κύριος, καὶ ἐπέφανεν “ἡμῖν·’’ ἐπέλαμψε γὰρ ἡμῖν ὁ κύριος ἡμῶν Ἰησοῦς χριστὸς, ἀνιεὶς ἐγκλήματα καὶ ἀπαλλάττων αἰτιαμάτων, καὶ τὸ τῆς ἁμαρτίας ἐμφράττων στόμα· δέδοται λοιπὸν ἡ τοῦ Ἀγίου πνεύματος χύσις, Θεοῦ κατευφραίνοντος τὴν ἀνθρώπου φύσιν, καὶ τῇ ἄνωθέν τε καὶ ἐν ἀρχαῖς στεφανοῦντος δόξη, καὶ εἰς ἐκεῖνο πάλιν αὐτὴν φιλαγάθως ἀνακομίζοντος, εἰς ὅπερ ἦν ἐν ἀρχαῖς, οὔπω τῆς ἁμαρτίας εἰσκεκριμένης. Οὐ γὰρ ἔρημον ὄντα προφητικοῦ πνεύματος εὑρήσομεν τὸν Ἀδὰμ οὔπω τὴν θείαν ἐντολὴν παραβεβηκότα· βεβηκότα δὲ ὥσπερ καὶ ἐρηρεισμένον ἔτι, καὶ τοῖς τῆς φύσεως ἀγαθοῖς ἐμπρέποντα. καὶ γοῦν ὅτε τὴν γυναῖκα Θεὸς πλαστουργήσας ἤγαγε πρὸς αὐτὸν, καίτοι τίς τε καὶ πόθεν εἴη, τίνα τε ἀνέφυ τρόπον ἀκούσας οὐδενὸς, εὐθὺς ἐπεφώνει “τοῦτο “νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός “μου· αὕτη κληθήσεται γυνὴ, ἤτοι κατὰ τὴν Ἑβραίων ἔκδοσιν ἀνδρὶς, “ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.’’ ἀλλ’ ἤργησε μὲν ἡ ἀνθρώπῳ δοθεῖσα χάρις, ἀνεκαινίσθη γεμὴν ἐν χριστῷ, ὅς ἐστι δεύτερος Ἀδάμ. ἀνεκαινίσθη δὲ τίνα τρόπον; ᾗ μὲν γάρ ἐστι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ υἱός· γεγέννηται γὰρ ἀληθῶς ἐκ τοῦ Θεοῦ καὶ πατρός· ἴδιον αὐτοῦ καὶ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ τὸ πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ ἐπ’ αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός῾ ἧ δὲ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ’ ἡμᾶς, ἐπακτὸν ἔχειν τὸ πνεῦμα λέγεται. καταπεφοίτηκε γοῦν ἐπ’ αὐτὸν ἐν εἴδει περιστερᾶς, ὅτε καθ’ ἡμᾶς γεγονὼς, ὡς ἔφην, ὡς εἷς ἐξ ἡμῶν οἰκονομικῶς ἐβαπτίζετο. τότε καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα δοτὸν αὐτῷ ἄνωθεν γενέσθαι λέγεται, διὰ τὸ ἀνθρώπινον, καὶ τοῦτό ἐστιν ἡ κένωσις. νοοῖτο δ’ ἃν ὧδε τε, καὶ οὐχ ἑτέρως “Δι’ ἡμᾶς πτωχεῦσαι πλούσιος ὣν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. δέδοται μὲν γὰρ, ὡς ἔφην, τὸ πνεῦμα τῷ Ἀδὰμ ἐν ἀρχαῖς, πλὴν οὐ μεμένηκεν τῇ ἀνθρώπου φύσει· διανένευκε γὰρ εἰς τὸ πλημμελὲς, καὶ παρώλισθεν εἰς ἁμαρτίαν, κατηρρώστησέ τε πᾶν εἶδος ἀκαθαρσίας.