Ancient Greek · ~7 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 17-9
Not analysed yet
Ἐπειδὴ δὲ ἐπτώχευσε πλούσιος ὣν, ὡς ἔφην, ὁ Μονογενὴς, καὶ μεθ’ ἡμῶν ὡς ἄνθρωπος τὸ ἴδιον ὡς ἐπακτὸν ἐδέξατο πνεῦμα, “μεμένηκεν ἐπ’ αὐτόν·’’ ἔφη γὰρ οὕτως ὁ μακάριος Ἰωάννης ὁ Εὐαγγελιστής· ἵνα καὶ ἐν ἡμῖν κατοικήσῃ λοιπὸν ἐμμόνως, ὡς ἤδη μεμενηκὸς ἐν τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ δευτέρᾳ, τουτέστι χριστῷ· κατωνόμασται γὰρ διὰ τοῦτο καὶ δεύτερος Ἀδὰμ, δι’ οὗ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον ἀνεστοιχειώμεθα, καὶ τὴν διὰ πνεύματος ἀναγέννησιν εὖ μάλα κερδαίνομεν, οὐκέτι τὴν πρώτην ἔχοντες, τὴν κατὰ σάρκα φημὶ, τὴν εἰς φθοράν τε καὶ ἁμαρτίαν· “τὸ γὰρ φρόνημα “τῆς σαρκὸς θάνατος,’’ κατὰ τὸ γεγραμμένον· ἀλλὰ τὴν ἄνωθεν καὶ δευτέραν, τὴν ἐκ Θεοῦ διὰ πνεύματος, εἴπερ ἐστὶν ἀληθὲς ὡς “οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ γεγεννήμεθα. “ἔδει δὴ οὖν ἔδει τοὺς ἐν τέκνοις Θεοῦ κατατεταγμένους καὶ τὴν τοῦ Ἁγίου Πνεύματος καταπλουτῆσαι χάριν. ἐνήργηκε δὲ καὶ τοῦτο εἰς ἡμᾶς χριστὸς, καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος “Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ “πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς, ἐξέχεε “τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.’’ δέχεται μὲν γὰρ ὡς ἄνθρωπος παρὰ τοῦ πατρὸς τὸ ἐνὸν αὐτῷ φυσικῶς· ἐκχεῖ δὲ πλουσίως εἰς ἡμᾶς, ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σάρξ. ἐκχεῖ δὲ ἐπὶ πᾶσαν σάρχα. καὶ τοῦτο δῆλον, ὡς οὐκ ἐπὶ μόνους τοὺς ἐκ περιτομῆς, ἀλλ’ ἐφ’ ἅπαντας ἁπλῶς τοὺς διὰ πίστεως καλουμένους, κἂν εἰ ἐκ πλάνης, εἶεν Ἑλληνικῆς, κἂν εἴτε μικροὶ καὶ μεγάλοι, δοῦλοι καὶ ἐλεύθεροι, βάρβαροί τε καὶ Σκύθαι. πρόκειται γὰρ τῆς ἐν χριστῷ σωτηρίας ἡ χάρις τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, ὅτι καὶ αὐτός ἐστι “Ηροςδοκία ἐθνῶν.”