Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 17-16
Not analysed yet
Δεῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυχῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιίαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν.