Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 17-4
Not analysed yet
Φείδους καὶ ἀγάπης τῆς εἰς αὐτοὺς ἀπόδειξις, ἡ τῶν πλανώντων ἀναίρεσις. γεγόνασι μὲν γὰρ ψευδοπροφῆται κατὰ καιροὺς ἐπὶ τὸν ᾿ισραὴλ, τοῖς τοῦ Βάαλ τεμένεσι προσεδρεύοντες καὶ πλανῶντες καὶ πλανώμενοι, κατὰ τὸ γεγραμμένον. πλὴν ἀνῄρηνται κατὰ καιροὺς, προηγορευκότος καὶ τοῦτο Θεοῦ, καὶ ὁσίαν ἐπ’ αὐτοῖς ἐξενεγκοντὸς τὴν ψῆφον· οὓς μὲν γὰρ ἀνεῖλεν Ἠλιοὺ παρὰ τὸ τοῦ Βάαλ θυσιαστήριον, εἰκαιομυθοῦντάς τε καὶ λέγοντας, “Ἐπακουσον ἤμων “ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· “οὕς δὲ ἀπέκτεινεν Ἰηοὺ, ὃν κέχρικε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ ὁ μακάριος προφήτης Ἐλισσαιὲ δι’ ἑνὸς τῶν παιδαρίων, Θεοῦ καὶ τοῦτο γενέσθαι προστάττοντος. ὃς ἐπεί τοι κέχρισται, Θεοῦ τοῖς πλανῶσιν ἐπιμηνίσαντος, πρῶτον μὲν ἀνεῖλε τὸν Ἀχαὰβ, ἐπ’ αὐτῷ δὲ τὴν ἰεζάβελ, εἶτα τοὺς υἱοὺς αὐτοῦ τοὺς ἐν ὅλη Σαμάρεια. προσποιησάμενος δὲ τὸ βούλεσθαι καὶ ἐπιτελεῖν τῷ Βάαλ ἑορτὴν, πάντας συνεκόμισε τοὺς ψευδοπροφήτας, καὶ θύειν ὑποκρινάμενος, συνειλεγμένους εἰς οἶκον ἀπέσφαξεν ἕνα· κατέσπασε δὲ καὶ αὐτὸν τὸν Βάαλ, καὶ τὰς στήλας αὐτοῦ ενέπρησε· γέγραπται γὰρ ὡδί. οὔκουν ὅτι φείδους καὶ αγαπης, ὡς ἔφην, τῆς εἴς γε τὸν Ἰσραὴλ ἀπόδειξις ἦν ἡ τῶν ψευδοπροφητῶν ἀναίρεσις, ἐδίδαξεν εἰπών Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. εὖ δὲ δὴ λίαν καὶ τὸ ἀπεθέρισά φησι. πεπτώκασι γὰρ κατὰ πληθὺν, ἀσταχύων δίκην ἀμώμενοι.