Ancient Greek · ~5 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 18-12
Not analysed yet
Σταυρωθέντος δὲ τοῦ Χριστοῦ, καὶ δεδυκότος τοῖς Ἰουδαίοις, ὁμοῦ τε ἡλίῳ τῷ κατὰ τὸν κόσμον καὶ φωτὶ τῷ αἰσθητῷ, καὶ τῆς νοητῆς αὐγῆς καὶ φωτισμοῦ τοῦ διὰ Πνεύματος· ὑστέρηνται γὰρ τοῦ θείου λόγου, καὶ τῆς ἄνωθεν παρακλήσεως· ἐκλελοίπασιν αἱ παρ’ αὐτοῖς παρθένοι τοῖς νεανίσκοις ὁμοῦ, τουτέστιν αἱ καλαὶ καὶ εὐδόκιμοι ψυχαὶ, ὧν τὸ μὲν ἄχραντον διὰ τῆς παρθένου, τὸ γεμὴν εὐσθενές τε καὶ ἀλκιμώτατον διὰ τοῦ νεανίσκου σημαίνεται. τίς γὰρ ἅγιος ἐν αὐτοῖς, οὐδὲν τελειοῦν ἰσχύοντος τοῦ νόμου, οὔτε μὴν ἀρκοῦντος αὐτοῖς εἰς δικαιοσύνην; παρὰ τίνι δὲ αὐτῶν εὐρωστία πνευματικὴ καὶ εὐσθενὴς ἂν γένοιτο νοῦς, ὅτε μὴ ἐγνώκασι τῆς εὐαγγελικῆς πολιτείας τὰ λαμπρὰ κατορθώματα; ἢ γὰρ οὐχὶ νωθροὶ πάντες καὶ ἐν ἁμαρτίαις καὶ παρειμένοι τὸν νοῦν; εἶτα πῶς τοῦτο ἀμφίβολον; ἐκλελοίπασι δὴ οὖν ἐν δίψει, εἴρηται δὲ οὐκ αὐτοῖς τό “Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. ἀλλὰ γὰρ καὶ “ἐνετείλατο ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς “αὐτοὺς ὑετὸν, ὅτι μηδὲ αὐτῷ γεγόνασιν ὑπήκοοι τῷ Χριστῷ διακεκραγότι τε καὶ λέγοντι “Εἴ τις δίψᾳ, ἐρχέσθω πρὸς με καὶ πινέτω. καταλελοιπότες ’δε αὐτὸν, καίτοι πηγὴν ὄντα ζωῆς, ὤρυξαν λάκκους συντετριμμένους οι οὐ “δυνήσονται ὕδωρ συνέχειν.” προσεσχήκασι γὰρ διδασκαλίαις ἐντάλμασιν ἀνθρώπων, ἃ ποτίζειν οὐκ οἶδεν εἰς ζωὴν, οὔτε μὴν συνέχειν τοὺς κεχρημένους εἰς σωτηρίαν.