Ancient Greek · ~7 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 18-13
Not analysed yet
Φιλοπευστοῦσι χρησίμως, ὡς ἤδη μὲν κλήρῳ τὸν αἴτιον ἐπεγνωκότες οὐ μὴν ἔχοντες σαφῶς διειδέναι τῆς πλημμελείας τὸν τρόπον. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, ποῖον μὲν αὐτῷ τὸ ἐπιτήδευμα, ποῖα δὲ χώρα καὶ πόλις, καὶ ἐκ ποῶν ἔρχεται λαῶν προστετάχασιν εἰπεῖν, ζητοῦντες οἶμαι μαθεῖν, ποίῳ προσκέκρουκε Θεῷ. ἴδιος γὰρ ἦν καὶ τῶν ἐμπλεόντων ἑκάστῳ, καὶ οὐχ εἷς ὁ πάντων Θεός. ᾤοντο δὲ, ὅτι τὸν λελυπημένον ἐπ’ αὐτῷ θεραπεύσαντες δαίμονα, τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούσονται βλάβη. ἐπειδὴ δὲ ὁ Προφήτης οὖλον ἑαυτὸν ὠνόμαζε Θεοῦ τοῦ τεκτηναμένου γῆν τε καὶ οὐρανὸν, καὶ αὐτὸν ἔφη ποιεῖσθαι προσκυνητὸν, συνῆκαν εὐθὺς ὅτι πέφευγεν ἐκ προσώπου Θεοῦ. συνῆκαν δὲ ὅπως ; ὅτι μὴ ἐξῆν Ἰουδαίοις τῆς ἐκνεμηθείσης αὐτοῖς ἀπονοσφίζεσθαι χώρας, μήτε μὴν ἀλλοφύλοις ἐπιφοιτᾶν, μήτε πόλεσιν ἐμβάλλειν εἰσωλολατρεῖν εἰθισμέναις. μῶμος δὲ τὸ χρῆμα παρ’ αὐτοῖς, καὶ οὐκ ἀνύποπτον εἰς ἀπόστασιν· ἐδόκει δὴ εἶναι καὶ ἔξω νόμου, καὶ τῶν ἐν αἰτίᾳ καὶ δίκῃ. καὶ γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπολισθήσειν αὐτοῦ τῆς σωτηρίας, τῆς ὡς ἐν πίστει φημὶ, διεβεβαιοῦτο σαφῶς, εἰ μὴ ἕλοιντο καταδράττεσθαι παρόντος ἔτι καὶ ἐνδημοῦντος ἐν κόσμῳ· ἔφασκε γάρ “Ἐτι μικρὸν χρόνον μεθ’ “ὑμῶν εἰμὶ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετε με “καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ ἐλθεῖν·’’ οἱ δὲ τὴν Ἰουδαίων ἀπόστασιν ἐπὶ τὰ ἔθνη κατονεισίχοντες, ἔφασκον ἀμαθῶς “Ποῦ μέλλει οὗτος ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτὸν ; μὴ εἰς τὴν διασπορὰν “τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς “Ἕλληνας;” ὡς γὰρ ἐξίτηλόν τε καὶ ἔξω τριβῆς, καὶ ὡς ἀπωτάτω τοῖς παρ’ αὐτοῖς, ὑπὸ μῶμον ἄγουσι τὸ τοῖς Ἑλλήνων ἀναφύρεσθαι δήμοις. ὅτι τοίνυν οὐ μεμένηκεν ἐν τοῖς τῆς Ἰουδαίας ὅροις, συνέπλει δὲ αὐτοῖς εἰς Ταρσοὺς, δέχονται τὰς ὑποψίας, διατεκμαίρονται δὲ ὅτι παραιτεῖται τάχα που καὶ τὴν ἐν νόμῳ ζωὴν, καὶ τοῖς τῶν Ἑλλήνων ἔθεσιν ἑαυτὸν ἐπιδοὺς, τὴν ὡς ἐκ προσώπου Θεοῦ μεμελέτηκε φυγήν.