Ancient Greek · ~3 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 18-15
Not analysed yet
Συμβέβηκε δὲ ταυτὶ τοῖς τῶν Ἰουδαίων δήμοις, ὅτε καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Ἐμμανουήλ. τότε γὰρ τότε διολώ- λασι παντελῶς, καὶ λίθος οὐ μεμένηκεν ἐπὶ λίθω, κατὰ τὴν αὐτοῦ του Σωτῆρος φωνὴν· ἀρόσιμος ’δε γῆ καὶ τοῖς γηπονοῦσιν ἐπιτηδεία δέδεικται λοιπὸν ἡ πάλαι σεπτὴ καὶ ἀξιά- γαστος Σιών. πλὴν ἰστέον, ὅτι Θεὸς ἔσται καὶ ἐν ἡμῖν, οὐ πίστιν ἔχουσι μόνην, οὐδὲ οἷον ἐπ’ αὐτῷ ἀναπαυομένοις διὰ τοῦτο, ἀλλ’ εἰ προσγένοιτο τῇ πίστει καὶ τὸ ἐξ ἔργων εὐδοκι- μεῖν. “Ἡ γὰρ πίστις χωρὶς ἔργων νεκρά ἐστι” κατὰ τὸ γεγραμμένον. συνθεόντων δὲ τῶν ἔργων τοῖς ἐκ ἀγαθοῖς, τότε δὴ τότε καὶ συνέσται Θεὸς, καὶ ἀναρρώσει ῥᾳδίως, καὶ φίλους ἡγήσεται, καὶ ὡς γνησίους εὐφρανεῖ, καὶ παντὸς ἀπαλλάξει κακοῦ.