Ancient Greek · ~2 min
18 to 19
Cyrillus Theol., In XII Prophetas 18-6-19
Not analysed yet
Δεῖ δὴ οὖν ἄρα τοῖς ἐθέλουσιν εὐφραίνειν Θεὸν καὶ λογισμοῦ σώφρονος καὶ φρενὸς ἀγαθῆς, καὶ τὴν ἐφ’ ἑτέροις ὀργὴν, ἀσφαλείας ποιεῖσθαι πρόφασιν. πάνδεινον δὲ ὅτι τῆς ἀχαριστίας τὸ χρῆμα, καὶ ὡς ἐφ’ ἅπασι τοῖς ἀτόποις ἐληλεγμένος μένος κολάζοιτο ἂν εἰκότως ὁ τῇ νόσῳ περιπεσὼν, κἀντεῦθεν ἡμῖν εὔκολον ἰδεῖν. ὁ γὰρ ἀχάριστος, φησὶν, ὡς βλάσφημος. Kαὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐμ τὰς σιαγόνας αὐτοῦ. καὶ ἐπιβλέψομαι πρὸς αὐτὸ, δυνήσομαι αὐτῶ.