Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 18-7
Not analysed yet
Τὰ ἐκ θυμοῦ λαλήσας τοῖς ἡμαρτηκόσι, καὶ τὰ ἐκ λύπης ἐσόμενα προαπηγγελκὼς, ἀναπεφοίτηκε πάλιν εἰς θεοπρεπῆ τε ἡμερότητα, καὶ ὅτι μὴ εἰσάπαν τὸ ἐπὶ γῆς ἀπέστραπται γένος, μήτε μὴν ἀνῆκεν εἰς καταφθορὰν ἀχάλινόν τε καὶ ἀτελεύτητον, ἀλλ’ ἔσται τις κατὰ καιροὺς φειδὼ καὶ ἀνάκλησις εἰς τὸ ἀπ’ ἀρχῆς ἐν Χριστῷ, καταμεμήνυκε προστι- θεὶς, ὡς ῥύσεται μὲν ἐκ χειρὸς ᾅδου, καὶ ἐκ θανάτου λυτρώσεται, δῆλον δὲ, ὅτι τοὺς ὑπ’ αὐτὸν γεγονότας, διὰ τὴν εἰσποιητὸν ἁμαρτίαν, καὶ τὴν ἐν ἀρχαῖς τοῦ ᾿Αδὰμ παράβασιν. πεποίηται γὰρ ἡ τοιάδε πάλιν ὑπόσχεσις, οὐχὶ μόνῳ τῷ ᾿Εφραΐμ, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἅπασι δὲ μᾶλλον τοῖς ἐπὶ τῆς γῆς. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Οὐκ ᾿Ιου- “δαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. δεδικαίωκε γὰρ “περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.” λελύτρωται γὰρ ἡμᾶς ἐκ χειρὸς ᾅδου, τουτέστιν, ἐκ τῆς τοῦ θανάτου καταδυναστείας, καὶ ὁ τῆς λυτρώσεως τρόπος ὁ Χριστοῦ νοεῖται θάνατος. ἀνέτλη γὰρ ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἐπὶ ξύλου σφαγὴν, καὶ τεθριάμβευκεν ἀρχὰς καὶ ἐξουσίας, προσηλώσας αὐτῷ τὸ καθ’ ἡμῶν χειρόγραφον. τότε γὰρ τότε “καὶ πᾶσα μὲν ἀνομία τὸ ἑαυτῆς ἐνέφραξε στόμα·” κατήργηται δὲ καὶ τὸ τοῦ θανάτου κράτος, ἐξηρημένης τῆς ἁμαρτίας· αὕτη γάρ ἐστιν ἡ τοῦ θανάτου νίκη, καὶ τὸ κέντρον τοῦ ᾅδου. οὕτω καὶ ὁ σοφὸς ἡμῖν ἡρμήνευσε Παῦλος. ἔφη γὰρ, ὅτι “Τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ “δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.” οὐκοῦν τῆς ἁπάντων ἁμαρτίας ἀνῃρημένης ἐν Χριστῷ, φαίημεν ἂν εἰκότως καὶ ἡμεῖς αὐτοί Ποῦ ἡ νίκη σου θάνατε ; που τὸ κέντρον σου ᾅδη ; “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων ; Χριστὸς Ἰησοῦς ὁ “ἀποθανὼν” ὑπὲρ ἡμῶν, μᾶλλον δὲ “δοὺς ἑαυτὸν ἀντίλυτρον “ὑπὲρ πάντων,” εἷς ὁ πάντων ἀξιώτερος, δι’ οὗ καὶ ἐν ᾧ πεπλουτήκαμεν τὸ ἀναφοιτῆσαι πάλιν εἰς ἀφθαρσίαν.