Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 19-3
Not analysed yet
Ὁδοὺς μὲν, ὡς ἔοικε, τὰς ὡς ἐν ἔργοις πορείας λέγει· διαβούλαι δὲ αὖ, τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. ἐπειδὴ τοίνυν, φησὶ, πεπόρευται μὲν οὐκ ὀρθῶς, τῆς εὐθείας ἐκνενευκὼς, καὶ ἁπάσης ὥσπερ ἀνοσιότητος ἐλέσας τρίβον, ἐβουλεύσατο δὲ τὰ πάντων αἴσχιστα τε καὶ ἐκτοπώτατα, τὸν μὲν τῶν ὄλων ἀτιμάσας θεὸν, ἀποκλίνας δὲ καὶ αὐτὸς εἰς τὸ λατρεύειν εἰδώλοις, ἐκδικήσω ἐπ’ αὐτὸν, τουτέστι, τὴν τοῖς πλημμελήμασιν ἰσοστάθμως ἔχουσαν ἐποίσω δίκην. ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς θεὸν ἀγάπης τὸ ἐν ταντὶ ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς θεὸν ἀγάπης τὸ ἐν παντὶ γενέσθαι κακῷ πάντητε καὶ πάντως συμβήσεται, τῶς ἐστιν ἀμφιβαλεῖν; οὔτε γὰρ ὀρθήν τε καὶ ἀμώμητον διελάσει τρίβον,οὔτ’ ἄν σοφὰ βουλεύσατιὸ ποτε, τὴν θείαν οὐκ ἔχων ἐπικουροῦσαν αὐτῷ σοφίαν τε καὶ δύναμιν.