Ancient Greek · ~8 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 19-9
Not analysed yet
Εἰρημένης δὴ οὖν ἀποχρώντως ἡμῖν τῆς ἱστορίας, φέρε τὸ ῥητὸν ἐπιτροχάδην ἐπιόντες τὰ εἰκότα λέγωμεν. Ἀπαγγειλατε χωραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τας χώροις τῆς Αιγυπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος τῆς Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλοὶ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ. μονονουχὶ γάρ φησιν Ἀπαγγελλέτω τις ᾗ τάχος Αἰγυπτίοις καὶ Ἀσσυρίοις, καὶ καταθεόντων εὐσθενῶς τὰ ὄρη Σαμαρείας ἤτοι τὴν χώραν αὐτήν· ὀρεινὴν γὰρ εἶναί φασιν. οἱ δὲ ἐπειδὰν ἥκωσιν ὄψονται ἐν αὐτῇ θαυμαστὰ πολλὰ καὶ ἀδόκητον καταδυναστείαν. οἱ γὰρ πάλαι νικῶντες, ἐλεεινοὶ καὶ ἐν δούλοις ἔσονταί φησιν, οἱ ὀφρῦν ἀνασπῶντες τὴν ὑπερτενῆ κατὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν, οἰκτροὶ κείσονται καὶ κατερριμμένοι καὶ ὑπὸ πόδας ἐχθρῶν, καὶ τοσαύτην ὑπομενοῦσι καταδυναστείαν, ὡς ἀγαπητὸν ἡγεῖσθαι τὸ σώζεσθαι, καὶ ζῆν ἐν δουλείᾳ, καὶ δασμοὺς εἰσφέρειν τοῖς νενικηκόσι. ἀλλ’ οὐκ ἔγνω φησὶν ἡ Σαμαρεία ἃ ἔσται ἐναντίον αὐτῆς, τουτέστιν ἃ συμβήσεται κατ’ αὐτῆς. εἶτα ποῦ λοιπὸν οἱ θησαυρίζοντες ἀδικίαν ταλαιπωριαν ἐν ταῖς χώραις αὐτῶν; τί γὰρ ὤνησεν ἡ πλεονεξία φησὶ, καὶ τὸ σωρεύειν αὐτοὺς ἁμαρτίας, διὰ τὸ μὴ θέλειν εἰδέναι τὰ Θεοῦ; ἆρ’ οὖν μέχρι τῆς Ἀσσυρίων τε καὶ Αἰγυπτίων ἐφόδου τὰ τῆς συμφορᾶς τοῖς ἠσεβηκόσι κείσεται; οὐδαμῶς φησί. δια τοῦτο τάδε λεγει Κύριος ὁ Θεός Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σου ισχύν σου, καὶ διαρπαγησονται αἰ χωραι σου. τὸ ’δε Τύρος καὶ κυκλόθεν, ὧδέ που νοήσεις. ἀπὸ Τύρου, φησὶ, καὶ ἀπὸ τῆς κυκλόθεν καὶ περιοίκου γῆς ἐρημωθησεταί σου ἡ χώρα, καταθεόντων αὐτὴν, ὡς ἔφην, τῶν λῃστρικῶν συγκροτημάτων. τότε γάρ σου κατάξουσι τὴν ἰσχὺν, ἀντὶ τοῦ, πᾶσα δύναμίς σου συνθραυθήσεται, μόνον δὲ οὐχὶ καὶ ἀτονήσει συγκεκλασμένη. οὐκοῦν, εἰ λέγοι τυχὸν ἡ τῶν Ἑβραίων ἔκδοσις Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις, καὶ εἰ ἔχοι πάλιν ἡ τῶν ἑβδομήκοντα τὸ ἐν Ἀσσυρίοις, ἀληθεύσει κατ’ ἄμφω τὸ εἰρημένον. διήρπασαν γὰρ οὐκ Ἀσσύριοι μόνον, ἀλλὰ γὰρ καὶ Σύροι καὶ Ἀζώτιοι κατὰ πληθὺν ἐκτρέχοντες, καὶ τρόπῳ λῃστείας ἀδικοῦντες Ισραήλ.