Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 2-2
Not analysed yet
Προειρηκὼς ὅτι καὶ ἀπόβλητος ἕσται δικαίως ὁ Ἰσραὴν, κεκλήσεται δὲ πρὸς τούτῳ καὶ Οὐ λαός· καὶ μὴν ὅτι καὶ ἡ καὶ σφόδρα εἰκότως· εἶτα τούτοις ἐπενεγκὼν, καὶ οὐκ εἰς μακρὰν, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένην ἐπιστροφὴν διὰ πίστεως εἰς Χριστὸν, διά γε τοῦ φάναι, “Καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ “ἐπιτοαυτὸ, καὶ θήσονται ἐαυτοῖς ἀρχὴν μίαν,” ἅπασάν τε ἀπ’ ἀρχῆς μέχρι τέλους τὴν οἰκονομίαν ἀφηγησάωενος, μέτεισι λοιπὸν ἐν τούτοις ἐπὶ τὸ γυμνοῦν τὰ ἐγκλήματα τῶν ὁσίως ἁποβεβλημένων, καὶ τὰ ἐφ’ οἶς αὐτοὺς ἐκεῖνα παθεῖν συμβέβηκεν εἰς μέσον ἄγειν σαφῶς. τοιγάρτοι φησὶ πρὸς τοὺς ἠλεημένους μὲν καὶ εἰσδεδεγμένους καὶ εἰς λαὸν γεγονό- τας θεοῦ, πλὴν οἶά τινος πορνης ἐδπεφυκότας τῆς Συνα- γωγῆς, Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε. εἰ γὰρ δὴ βούλεσθε, φησὶν, ἀναμαθεῖν τὰς αἰτίας, ἐφ’ αἶς οὐ λαός μου, καὶ οὐκ ἠλεημένη γεγόνατέ τε καὶ κέκλησθε κατά γε τοὺς χρόνους τοὺς πρὸ τῆς ἐπιστροφῆς, οὐκ ἐμὲ γεγονότα περὶ ὑμᾶς ἀπηνῆ καὶ ὀλίγωρον εἰς φιλοστοργίαν εὐρήσετε· κρίθητε δὲ πρὸς τὴν ἑαυτῶν μητέρα, ὅτι μὴ σέσωκεν ἀγάπης τῆς εἰς ἐμὲ τὸ γνήσιον, ἠρνήσατο δὲ τὴν οἰκειότητα· καὶ ὀλίγου παντελῶς ἠξίωσε λόγου τῆς πρὸς ἐμὲ πνευματικῆς κοινωνίας τὴν καθαρότητα· οὐκ ἠθέλησέ τε τοὺς τῶν ἐμῶν θελημάτων ὠδίνειν καρποῦς. αὕτη γέγονεν οὐ γυνή μου, κἀγὼ διὰ τοῦτο λοιπὸν οὐκ ἀνὴρ αὐτῆς· οὐκ ἐμοὶ τέτοκεν ὑμᾶς, ἀλλ’ ἑτέροις· ἦ γὰρ ἂν ἐπέγνων τοὺς ἐμούς· οὐ βραδὺς εἰς ἔλεον ὁ Φύσει πατήρ, ὀκνεῖ δὲ εἶναι χρηστὸς ἐπὶ νόθῃ γονῇ. καὶ ταῦτα μὲν ἴσως φαίη τις ἂν ὡς ἐκ προσώπου τοῦ Φεοῦ· λογιεῖται δὲ αὖ, καὶ περινοήσει καλῶς, ὅτι τετραμμένης τῆς Συναγωγῆς εἰς ἀποστασίαν τὴν ἀπὸ Θεοῦ, καὶ τὴν τῶν δαιμόνων λατρείαν ἀνθῃρημένης, μόνον δὲ οὐχὶ πόρνης οὔτε φιλόθεοι καθαρῶς καὶ ἐρηρεισμένως, οὔτε μὴν ἐπιεκεῖς τοὺς τρόπουνς· ἐντγεθραμμένοι δὲ μᾶλλον τοὶς ἤφεσι τῶν γεγεννηκότων, ἀφυλάκτως ᾒεσαν ἐπὶ τὰ λυποῦντα Θεόν· τοῦτο μὲν θύοντες τῷ Βάαλ, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· τοῦτο δὲ καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας ἀπερισκέπτως διάττοντες. αἰτιάσονται δὴ οὖν, καὶ σφόδρα εἰκότως. τὴν ἑαυτῶν μητέρα, καὶ οὐχὶ δὴ μᾶλλον τὸν φιλάρετόν τε καὶ πάναγνον ἀληθῶς Δεσπότην, ὃς σύνοικον ἔχειν οὐκ ἀξιοῖ τὴν πεπορνευμένην. νοητὸς δὲ πάντως τῆς πορνείας ὁ τρόπος, κἂν εἰ λαλοῖτο σωματικῶς.