Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 2-3
Not analysed yet
Θεοῦ γεγονότος ὡς ταραχῆς τῷ Ἐφραΐμ, καὶ μὴν καὶ ὡς κέντρου τῷ οἴκῳ Ἰούδα, τεθέαται μὲν τὴν ἑαυτοῦ νόσον ἤτοι τὸ ἄναλκι καὶ τὸ ἀσθενὲς ὁ Ἐφραΐμ· καὶ μὴν καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· συγκατεδῃοῦντο γὰρ, ὡς ἔφην, τοῖς ἐν Σαμαρείᾳ καὶ τὰ ὅρια τοῦ Βενιαμίν· εἶτα πρὸς τοῦτο ἀπειρηκὼς ὁ Ἐφραΐμ, καὶ ἰδίαις δυνάμεσιν ἀντιφέρεσθαι τοῖς συμβεβηκόσιν οὐκ ἔχων, οὔτε μὴν ἀποσείεσθαι τὰ ἐκ τοῦ πολέμου βλάβη δυνάμενος, προσκέκρουκε πάλιν τῷ πάντα ἰσχύοντι Θεῷ, οὐδὲ ἐν αὐταῖς, ἵν οὕτως εἴπω, ταῖς μάστιξιν ἐννενοηκὼς τὸ συμφέρον· ἐνεστηκότος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει μᾶλλον ἐπιστρέφειν πρὸς τὸν Θεὸν, τότε δὴ μάλιστα λυπεῖν ᾑρημένος καὶ ἀποφοιτῶν ἀγριώτερον. οὐκ ἠγνόει μὲν γὰρ τὸν ἁπάσης αὐτοῖς εὐκλείας καὶ χορηγὸν καὶ πρύτανιν, τὸν τοῦ δύνασθαι κρατεῖν τῶν ἀνθεστηκότων ἀεὶ δοτῆρα Θεόν· ἁλλ’ οὐδενὸς ἠξίου τὸ χρῆμα λόγου, καίτοι τοῦ πανσόφου διακεκραγότος Μωυσέως “Κύριος συντρίβων πολέμους, “Κύριος ὄνομα αὐτῷ,” διδάσκοντός τε σαφῶς, ὡς δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ “Διώξεται εἷς χιλίους, καὶ δύο μετακινή- “σουσι μυριάδας.” εἶτα, δέον παρ’ αὐτοῦ δὴ καὶ μόνου τὴν συνήθη πάλιν ἐπικουρίαν αἰτεῖν, καὶ λιταῖς ἀναπείθειν ἐπαμύναι οἱ τὸν σώζοντα, πικρὰ κατὰ τῆς ἰδίας ἐσκέπτετο κεφαλῆς. ἐπρεσβεύετο γὰρ πρὸς ἀλλοφύλους, καὶ τὰς παρ’ ἐχθρῶν συμμαχίας ἐκάλει, ἤγουν ἐπίοντα χρήμασιν ἀναπείθοντες τὸν Ἀσσύριον, ἀπηλλάχθαι τῶν ἐπηρτημένων ᾤοντο κακῶν. καὶ γοῦν βασιλεύοντος ἐν τῆ Σαμαρείᾳ τοῦ Μαναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὸν Ἰσραήλ· εἶτα χρήμασιν αὐτὸν καὶ πρεσβείαις ἀνέπειθον ἀποσχέσθαι τῆς γῆς. τοῦτό ἐστι τὸ ἐπορεύθη Ἐφραΐμ πρὸς Ἀσσυρίους. Φακεὲ δὲ δὴ πάλιν ὁ τοῦ Ῥομελίου, βασιλεὺς Ἰσραὴλ, κατεμισθοῦτό ποτε τὸν Ῥαασὼν βασιλέα Συρίων καὶ πεπολέμηκε τῷ Ἰούδᾳ καὶ τοῖς ἐκ φυλῆς Βενιαμὶν, βασιλεύοντος Ἄχας τοῦ Ἰωάθαμ υἱοῦ, ὃς δεδιὼς τὴν ἔφοδον, πρεσβείαις καὶ χρήμασιν ἀναπείθει τὸν Ἀσσύριον Θεγλαφαλασὰρ ἐπαμύναι τοῖς Ἱεροσολύμοις· ὁ δὲ τὴν Δαμασκὸν κατὰ κράτος ἑλὼν, ἐκ μέσου καὶ αὐτὸν ἐποίει τὸν Ῥαασών. ἀλλ’ εἰ καὶ πεπόρευταί φησι πρὸς Ἀσσυρίους ὁ Ἐφραΐμ, καὶ χρήμασιν ἐξεπρίατο καὶ λιταῖς τῆς ἐφόδου τὴν ἀνάβλησιν· κἂν εἰ ἀπέστειλε πρέσβεις Ἰούδας πρὸς βασιλεα Ἰαρεὶμ, τουτέστιν ἔκδικον ἤτοι ἐκδικητὴν· τοῦτο γὰρ τὸ ἰαρεὶμ σημαίνει· ἀλλ’ οὐ νενικήκασι τὴν θείαν ὀργὴν, οὔτε μὴν περιέσονται Θεοῦ τῆς οὕτω δεινῆς ἀποστασίας ἐξαιτοῦντος δίκας. οὐ γὰρ ἴσχυσε φησιν, ὁ χρήὡς μασιν ἀναπεπεισμένος ἠρεμῆσαι βραχὺ, ἀλλ’ οὐδὲ ἕτερός τις τῶν μεμισθοφορηκότων ἰάσασθαι ὑμᾶς· πεπαύσεται δὲ οὐδαμῶς τῆς ὀδύνης τὸ κέντρον.