Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 2-6
Not analysed yet
᾿Ελέγχεταί πὼς ἀεὶ τῆς ψευδοδοξίας τὸ ἀκαλλὲς, τῆς ἀληθοῦς γνώσεως εἰς μέσον ἐνηνεγμένης, καὶ οἱονεὶ φωτὸς ἀναλάμποντος ὡς ἐν νυκτί τε καὶ σκότῳ, τοῦ πρὸς ὀρθότητα λογισμῶν παιδαγωγοῦντος λόγου. ὅτι τοίνυν τῆς ἁπασῶν ἐσχάτης ἀναπιμπλάμενοι δυσβουλίας, καὶ λογισμῶν ἀθλιό- τητος εἰς λῆξιν ἰόντες τὴν ἀνωτάτω, χώνευμά τε καὶ τεκτόνων ἔργα τετιμήκασιν οἱ ἐξ ᾿Ισραὴλ, τὸν ἀληθῶς καὶ φύσει παρατρέχοντες Θεὸν, ἀπελέγχει λέγων, ὡς εἴη μὲν αὐτὸς ὁ στερεῶν οὐρανὸν, διαπηξάμενος δὲ καὶ γῆν, καὶ τῶν ἄστρων ὁ ποιητής. κατονειδίζει δὲ, ὅτι παρέντες ὡς ἕωλον τὸ διὰ τῶν γεγονότων δύνασθαι τὴν τοῦ πεποιηκότος δόξαν ἀναμαθεῖν, πρόφασιν αὐτὰ τῆς οἰκείας πεποίηνται πλάνης. ἀλλ’ οὐ διὰ τοῦτο γεγόνασιν, ἵνα τὴν θείαν ἀδικῶσι δόξαν, ἐν ὑπολήψει θεῶν εἰλημμένα τοῖς ἐπὶ γῆς, ἀλλ’ ἵνα, ὡς ἔφη τὸ γράμμα τὸ ἱερὸν, “ἀπὸ μεγέθους καὶ καλλονῆς κτισμάτων “ἀναλόγως ἀναθρώσκοι τῶν συνιέντων ὁ νοῦς εἰς κατάληψιν τὴν ἐνδεχομένην τῆς τοῦ πεποιηκότος δυνάμεως τε καὶ τέχνης. οὐκοῦν οὐ παρέδειξε τὴν κτίσιν ἡμῖν ὁ Δημιουργὸς, ἵνα προσκυνῆται πρὸς ἡμῶν. καὶ γοῦν καὶ προδιεμαρτύρατο λέγων διὰ Μωυσέως “Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν “τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα “τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσης αὐτοῖς “καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι “τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.” οἱ δὲ τὰ ἐκνεμηθέντα πρὸς καιρῶν ἐπίδειξιν καὶ ἐν φωστήρων τάξει κατερραμμένα, θεοὺς ὠνόμαζον καὶ προσκυνεῖν ἀπετόλμων, καὶ τὰ ἔτι τούτων αἰσχίονα ζητοῦντες οἱ δείλαιοι, χώνευμά τε καὶ ξύλα τετιμήκασιν ὡς θεοὺς, τὴν χαλκουργῶν καὶ τεκτόνων προσκυνοῦντες τέχνην.