Ancient Greek · ~13 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 2.1-2
Not analysed yet
Ἀναγκαῖον ἡμᾶς διατρανοῦν ἐθέλοντας τῶν προκειμένων τὸν νοῦν, μονονουχὶ παλινάγρετα ποιεῖσθαι τὰ ἐν ἀρχαῖς, καὶ ὅλον ὥσπερ ἀναμηρύσασθαι τῆς προφητείας τὸν σκοπόν. οὐκοῦν, ὡς ἔνι, καὶ ἐν βραχέσι συννενεγκὼν, ἐκεῖνό φημι. γέγονε μὲν γὰρ “ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ.” διερμηνεύοντες δὲ τὰ τοιάδε, πρὸς τὸν μακάριον προφήτην Ὠσηὲ τοὺς παρὰ Θεοῦ γενέσθαι λόγους εἰκότως ἐλέγομεν, οἱονεὶ μυσταγωγοῦντος αὐτὸν, καὶ τὰ ἐσόμενα προαναφωνοῦντος διά τε τύπων καὶ λόγων. ταύτῃτοι παρελαμβάνετο μὲν ἐν ἀρχαῖς ἡ Γόμερ, ἔτικτε δὲ τόν τε Οὐ λαός μου, καὶ τὴν Οὐκ ἠλεημένην. εἶτα μετ᾿ ἐκείνην προσελήφθη δευτέρα μοιχαλίς τε καὶ πονηρὰ, καὶ τὰ ἐφ᾿ ἑκάστῳ τούτων λεπτῶς τε καὶ ἀριβῶς ὁ προφήτης, ὡς ἔφην, ἐξεπαιδεύετο. ὡς οὖν ἀποχρῶσαν τοῦ μυστηρίου τὴν δύναμιν συναγηγερκὼς ἐν ἑαυτῷ, ἄρχεται λοιπὸν τοῖς ἐξ αἵματος Ἰσραὴλ προαναφωνεῖν τὰ μέλλοντα, καὶ τῆς ὅσον οὐδέπω παρεσομένης αὐτοῖς συμφορᾶς ἐναργῆ ποιεῖσθαι τὴν πρόφασιν, καὶ τὰ ἐφ᾿ οἷς λελύπηται Θεὸς, εὖ μέλα διατρανοῦν, ἵν᾿ εἰδεῖν οἱ κολαζόμενοι παθόντες ἐν δίκῃ τὰ ὅσαπερ ἂν συμβαίη παθεῖν αὐτούς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι μὲν ὑπ᾿ ἐχθρῶν, εἰς γέλωτα δὲ προκεῖσθαι λοιπὸν τοῖς ἀρίστην ἔχουσι περὶ αὐτῶν τὴν δόξαν, καὶ τῶν ἄλλων ἁπάντων ἐθνῶν δυσαλώτατον ὑπάρχειν οἰομένοις τὸν Ἰσραὴλ, ἵνα μὴ νομίσειαν κατὰ σφᾶς αὐτοὺς τὴν ἐπαμύνουσάν τε καὶ σώζουσαν ἀτονῆσαι χεῖρα, μεταγινώσκοιεν δὲ μᾶλλον, ἕλοιντό τε πρὸς τὰ ἀμείνω παλινδρομεῖν, ἐννοοῦντες ὅτι προσκεκρούκασιν ἀμαθαίνοντες τῷ σώζειν εἰδότι, ταύτῃτοι καὶ πεπτώκασιν ὑπὸ θείαν ὀργὴν, ἀναγκαίως αὐτοῖς καὶ πρό γε τῶν ἔσεσθαι προσδοκωμένων προαπαγγέλλει τὰ ἐγκλήματα, καί φησιν Ἀκούσατε λόγον Κυρίου οἱ υἱοι Ἰσραὴλ ὅτι κρίστις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. κρίνεται δὲ πρὸς ἀνθρώπους Θεὸς, ἐλέγχων, οὐ δικαζόμενος, καὶ παρατιθεὶς τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι γυμνὰ τὰ ἐγκλήματα, κατ᾿ ἐκεῖνό που τάχα τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Ἐλέγξω σε, “καὶ παραστήσω κατὰ πρόσωπόν σου” τὰς ἀνομίας σου, ἵνα μὴ μάτην αὐτοῖς ἐπενηνέχθαι φάσκωσι τὴν ὀργὴν, ἀλλ᾿ ὡς ἐν ἐφλήματος τάξει λοιπὸν, καὶ τοῖς τὰ μέγιστα πλημμελεῖν εἰωθόσιν ὡς ἐξ ἀνάγκης συμβαίνουσαν. τί δέ φησιν ὁ κρινόμενος, ἤτοι διελέγχων; Οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. τὸ μὲν οὖν ἀλήθειαν μὴ εἶναι λέγειν, ὑπεμφήνειεν ἂν καὶ μάλα εἰκότως, ὅτι πολλὴ παρὰ πᾶσι κατ᾿ ἐκεῖνο καιροῦ γέγονεν ἡ συκοφαντία, ψευδορκία τε καὶ ἀπάτη καὶ δόλος, τὰ πάντων αἴσχιστα τῶν κακῶν· ὅτι δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε καὶ ἀτεράμονες, καὶ τὸν νοῦν ἀπεσκληκότες, ὑποσημένειεν ἂν τὸ μὴ εἶναι ἔλεος. ὅτι δὲ φιλήδονοι μᾶλλον ἢ Φιλόθεοι, καὶ τοῖς ψευδωνύμοις Φεοῖς ὁλοτρόπως προσκείμενοι, σαφηνιεῖ πάλιν ἐπίγνωσιν Θεοῦ μὴ εἶναι λέγων ὲπὶ τῆς γῆς. ἄλλως τε πρέποι ἂν εἰκότως τοῖς ταῖς οὕτω δειναῖς ἀτοπίαις ἐνισχημένοις, καὶ τὸ δοκεῖν ἤδη πως μηδὲ εἰδέναι Θεόν. εἴπερ εἰδέναι Φαμὲν αὐτὸν Φρονοῦντες ὀρθῶς τοὺς τοῖς θείοις αὐτοῦ Θελήμασιν ἐπομένους. προσπάγει δὲ τούτοις, ὅτι αρα καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’αἵμασι μίσγουσιν. ἀκούεις ὅπως εἰς λῆξιν ἥκασι παντὸς κακοῦ, καὶ ἀνοσίων ἐγχειρημάτων ἐπέκεινα λοιπὸν, οἱ περὶ ὦν ὁ λόγος, τῶν ἄγαν ἐκτοπωτάτων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον; καὶ τὸ ἔτι τούτου παραλογώτερον, αἵματα ἐφ’αἵμασι μίσγουσι Φησι. σημεῖον δ’ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ μήτε ἀνοκωχὴν παρεισκίνεσθαι τοῖς κακοπῖς, μήτε μὴν ἐν μεταγνώσει τῶν τετολμημένων γενέσθαι τοὺς δεδρακότας. συνεχῆ δὲ ὥσπερ, καὶ ἀπάλληλον παρατετάσθαι τὴν ἀμαρτίαν.