Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 3-4
Not analysed yet
Ἀλλὰ ταυτὶ μὲν εἰρήσθω πρὸς διασάφησιν τὴν προχειροτέραν. ἔοικε δὲ πάλιν ὁ μακάριος προφήτης μυστικωτέραν ποιεῖσθαι ἡμῖν τὴν ἀφήγησιν, καὶ καταιτιᾶσθαι τὸν Ἰσραὴλ ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ μιαιφονίαις ταῖς εἰς αὐτὸν καὶ ἀγίους. κρισις γὰρ τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. ἀνθ'ὅτου, καὶ ἐπὶ τίσιν; ἐπεφάνη γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ἀπεστάλη, καθά Φησιν αὐτὸς, “εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ,” ἵνα Φωτίσῃ τῇ διὰ Πνεύματος δᾳδουχίᾳ τοὺς ἐσκοτισμένους, ἵνα τῆς νομικῆς ἀπαλλάξας σκιᾶς, τοῖς τῆς ἀληθοῦς λατρείας ἐμβιβάσῃ τρόποις, ἵνα δικαιώσας τῇ πίστει τοὺς ταὶς ἁμαρτίαις ἐνειλημμένους, συνάψῃ δἰ ἐαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἀλλ'οὐκ ἐδόκει Φρονεῖν ὀρθῶς τοῖς ἐξ Ἰσραήλ. τὸν γὰρ ἐπὶ τούτοις ἐξ οὐρανῶν ἀφιγμένον ἐκβεβλήκασιν, ἀπεδοκίμασαν, οὐκ ἠθέλησαν ἔχειν παρ'ἐαυτοῖς τὴν ἀλήθειαν, τὸ ἔλεος, τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρός. ὅτι γὰρ ἀλήθειά τε ἐστὶ καὶ ἔλεος ὁ Χριστὸς, οὐ μακρῶν οἶμαι δεήσει πρὸς ἀπόδειξιν λόγων, ἀποχρώσης εἰς τοῦτο τῆς θεοπνεύστου γραφῆς ἄνω τε καὶ κάτω Χριστὸν ὀνομαζούσης ἡμῖν ἔλεος καὶ ἀλήθεια. ὅτι δέ ἐστι καὶ ἐπίγνωσις Θεοῦ, διαμάθοι τις ἄν καὶ λίαν ἀκονιτὶ, σαφέστατά τε καὶ ἐναργῶς διακεκραγότος αὐτοῦ, “Ὁ ἐωρακὼς ἐμὲ ἐώρακε τὸν Πατέρα.” Κρίσις τοίνυν τῷ Κυρίῳ, Φησὶν, πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων. ὅτι μὴ ἔστι παρ'αὐτοῖς ἡ ἀλήθειά τε καὶ τὸ ἔλεος καὶ ἡ ἐπίγνωσις τοῦ Πατρός. κρίνεται μὲν οὖν πρὸς τοὺς τὰ τοιάδε μὴ ἔχοντας. διαπεφεύγασι δὲ τὸ κρίνεσθαι πρὸς αὐτὸν, ἤτοι πρὸς αὐτοῦ, τὴν πίστιν οἱ προστηκάμενοι. καὶ τοῦτο αὐτὸ σαφὲς ἂν γένοιτο, χριστοῦ λέγοντος πάλιν “Ἀμὴν ἀμὴν λέγω ὑμῖν Ὁ “πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὑκ “ἔρχεται.”