Ancient Greek · ~8 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 20-8
Not analysed yet
Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφόρηκεν ἡ φύσις, κατωλοφύρατο δὲ ὥσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς Δεσπότην, καὶ ὁ μὲν θεῖος ναὸς καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιερρήγνυτο· γέγραπται γὰρ, ὅτι “Τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ s. Matth. “ἄνωθεν ἕως κάτω·’’ ὁ ἥλιος δὲ τὸ οἰκεῖον ἀνακόψας σέλας καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς. ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, ἐσχίζοντο δὲ καὶ αἱ πέτραι, τάχα δέ που καὶ περὶ τον τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνηθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς, ἀξιόχρεως γεμὴν ἡ πίστις ἐκ τῆς προφητείας. ὅτι δὲ τοῖς τοῦ Δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνω τὰ σημεῖα γέγονεν, ἀλλ’ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου “Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, “θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.’’ οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶ τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκότει καταμφίεσαι, πενθοῦντά τε καὶ ἀλγοῦντα, καὶ ὥσπερ διακεκραγότα τῷ σχήματι. σημεῖα μὲν οὖν ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν αἷμά τε καὶ πῦρ, καὶ ἀτμὶς καπνοῦν καταδηλώσειεν ἂν οἶμαι που τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. αἵματι γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατερραίνετο χώρα. ἔμελλε δὲ ὁμοῦ ταῖς πόλεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεὼς, οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ’ ἢν ἅπασι τὸ θεῖον προκείσεται βῆμα χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπὼν πρὶν ἐλθεῖν τὴν ἡμέραν κυροῦ τὴν μεγάλην καὶ ἑπιφανη. σημειωτέον δὲ πρὸς τούτοις, ὅτι καὶ αὐτὸς ὁ Κύτιος ἐρωτώμενος παρὰ τῶν σοφῶν ἀποστόλων τὰ περὶ τῆς συντελείας τοῦ αἰῶνος, καὶ τὰ περὶ τῆς τῶν Ἱεροσολήμων καταστροφῆς, ἔμιξε τὰ σημεῖα, ὡς τάχα που καὶ ἀγνοεῖσθαι λοιπὸν, ποῖα δή ποτε συμβήσεται.