Ancient Greek · ~4 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 20-9
Not analysed yet
Μέτεισιν ὁ λόγος ἐπ’ αὐτὸν ἤδη τὸν Ἰδουμαῖον, δῆλον δὲ ὅτι τοὺς ἐξ Ἡσαῦ, ὑπενεχθήσεσθαι δὲ καὶ αὐτοὺς τοῖς ἐξ ὀργῆς συμβαίνουσιν εὖ μάλα φησί. πεπολεμήκασι γὰρ ἀδελφὸν ὄντα τὸν Ἰσραὴλ, καὶ τοῖς ἐγγὺς καὶ ἐξ αἵματος τὸ θρασὺ καὶ ἀνήμερον οὐ κατέδεισαν ἐπανατεῖναι ξίφος, οὐ νόμου φύσεως πεφροντικότες, οὐ πεφρονηκότες τι τῶν ἀνθρωπίνων, ἀλλὰ τοὺς ἔξω καὶ πολεμιωτάτους ταῖς εἰς ἀδελφοὺς δυσμενείαις νικᾶν εἰθισμένοι, καὶ πεφρονηκότες που τάχα καὶ ἐπὶ τούτῳ μέγα. οὐκοῦν ἀκουόντων καὶ πρὸς ἡμῶν “Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός;” καὶ περὶ αὐτῶν ἂν λέγοιτο, καὶ μάλα εἰκότως “Ὧν ἡ δόξα ἐν τῆ αἰσχύνῃ “αὐτῶν.” ἃ γὰρ ἦν ἄμεινον ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν, ταυτὶ δὴ παγκάκῳ τιμῶντες ψήφῳ, πάλιν ἀκούσονται “Οὐαὶ “οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ “τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες “τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.”