Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 21
Not analysed yet
Οἱ γὰρ ὅλως τοῖς οὕτω σκληροῖς καὶ ἀφύκτοις ἐνειλημμένοι κακοῖς, ὡς καὶ ὑπὸ χεῖρα γενέσθαι βαρβαρικὴ, καὶ ἐν δορικτήτων μοίρᾳ δουλεύειν ἐχθροῖς, πῶς ἄν ἑορτάσειαν ; ἤ ποῖον ἄν ἔχοιεν εὐφροςύνης καιρὸν, οἱ ταῖς οὕτω δριμείαις κατηχθισμένοι φροντίσι, καὶ ἀφορήτοις λύπαις ἐντετηγμένος; καίτοι, πῶς οὐκ ἄμεινον ἐκεῖνο νοεῖν, ὡς πρέποι ἄν μᾶλλον τοῖς εἰς τοῦτο ταλαιπωρίας ἐνηνεγμένοις, ἀνακραγεῖν τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας εὖ μάλα παραφωνούμενον “Ἐπὶ “τὸν ποταμὸν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν “ἐν τῷ μνησθῆναι ἠμᾶς τῆς Σιών.” ἀνεπιτήδευτον δὲ Ib. 4. παντελῶς τὸ ἑορτάζειν ἔχοντες, οὐδὲν ἧττον φαςί “Πῶς “ᾄσωμεν τὴν ᾡδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας ;” οὐκ ἐφειέντων οἶμαί που τῶν Βαβυλωνίων τὰς νενομισμένας αὐτοῖς λατρείας, καὶ τὰ οἴκοι φίλα τε καὶ ὡς ἐν ἔθει πληροῦν.