Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 21-2
Not analysed yet
Τετήρηκε πάλιν τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐκ εἰσάπαν οἰχήσεται τοῖς ἱερεῦσι τὸ χρῆμα, διατρανοῖ λέγων· ὅτι φάγονται μὲν, πλὴν οὐ μὴ ἐμπλησθῶσιν. εἴτε γὰρ τὰς ἀρχαίας ἐκείνας τοῦ Ἰσραἠλ μεταναστάσεις καὶ αἰχμαλωσίας ἐννοήσειέ τις, εἴτ’ οὖν τὴν ἐπὶ Χριστῷ διὰ τῆς τῶν Ῥωμαίων χειρὸς τῆς Ἰουδαίας ἐρήμωσιν, ἐν λειψάνοις εὑρήσει τετηρημένον αὐτὸν τε τὸν Ἰσραὴλ, καὶ τὴν κατὰ νόμον λατρείαν. ἀποκομισθέντων γὰρ τὸ τηνικάδε διά τε τοῦ Σαλμανασὰρ, καὶ τοῦ θεγλαφαλασὰρ εἰς Ἀσσρίους καὶ Μήδους, οὐδὲν ἧττον οἰ βραχεῖς καὶ ὀλιγοστοὶ καὶ περιλελειμμένοι τῶν ἐξ Ἰσραὴλ προσῆγον τοῖς ἱερεῦσι τὰ νενομισμένα, τοῖς κατὰ χεῖρα τιμῶντες· καὶ οὐκ ἔξω τῶν ἐν ἔθει γινόμενοι παντελῶς. κατὰ τὸν ἴσον δὲ τρόπον, καὶ ἐν τῷ λοίσθῳ πολέμῳ, τῷ ἐπὶ Καίσαρος Αὐγούστου φημὶ, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, ἐσκορπίσθησαν μὲν εἰς πάντα ἄνεμον, καὶ ἐν πάσῃ χώρᾳ τε καὶ πόλει· πλὴν ἔτι μετρίως τὸ ἱερὸν καὶ ἀπόλεκτον τιμῶντες γένος, προσῆγον τὰ κατὰ δύναμιν· καί εἰσιν ἐν τούτοις ἔτι, καίτοι τῶν τάλαι θυσιῶν ἀνατετραμμένων· ἔξω γὰρ τῆς Ἱερουσαλὴμ γεγονόσι τὸ θύειν ἔτι παράνομον. φάγονται τοίνυν φησὶ καὶ οὐ μὴ ἐμπλησθῶσι, τουτέστιν, ὀλίγα λήψονται καὶ μόλις, καὶ ὅσα πρὸς κόρον οὐκ ἐξαρκεῖ. καταδεικνύει δὲ οὐδὲν ἧττον καὶ τοῦτο τῆς ἀρχαίας αὐτῶν τιμῆς τὴν καθαίρσιν, καὶ τῆς προλαβούσης εὐθυμίας τὴν ἀποβολήν. ἐπειδὴ δὲ πεπορνεύκασί φησιν, οὐ μὴ κατευθυνθῶσιν. ἀμήχανον γὰρ. ὡς ἔφην, τοὺς ἀποφοιτῶντας τοῦ θεοῦ· τοῦτο γὰρ οἶμαί ἐστι τὸ τῆς νοητῆς πορνείας ὄνομά τε καὶ χρῆμα· ἤ εἰς κόρον ἔχειν τὴν τῶν θείων ἀγαθῶν χορηγίαν, ἤγουν δύναδθαι τὰς ἐξ οὐρανοῦ καὶ ἄνωθεν συγκομίζεσθαι τροφὰς, ἤ ἐν βουλαῖς ἤ ἐν πράγμασι κατευθένεσθαι. θεὸς γὰρ ἐστιν ὁ παντὸς ἡμῖν ἀγαθοῦ δοτὴρ, καὶ τῆς οὔσης ἐν ἡμῖν διανοίας τὸ πηδάλιον.