Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 21-5
Not analysed yet
Ἐπειδὴ δὲ ἠγάπησε, καὶ ἐπιβλέψειν ἐπ᾿ αὐτὸν ἐπαγγέλλεται. ἀξιοῖ γὰρ ἐποπτείας, οὓς ἂν ἕλοιτο τιμᾶν, καὶ δύναται πρὸς ἡμᾶς, ἐντεχνίᾳ καὶ δυνάμει τῆ θεοπρεπεῖ χειρούμενος, τοὺς οἵπερ ἃν ἕλοιντο νοσεῖν τὸ ἐξήνιον. εἰ γὰρ μὴ πείθων ὀνίνησιν, ἐξ ἀνάγκης περιτρέπει πρὸς τὸ δρᾶν ἑλέσθαι τὸ ἄμεινον, καὶ μετασοβεῖ ταῖς θλίψεσι πρὸς τὸ ὅτι μάλιστα σύμφερον τε ἡμῖν καὶ ἀναγκαῖον εἰς σωτηρίαν. ἀκουέτω δὴ οὖν πρὸς ἡμῶν ὁ τῶν ὅλων Θεός “Κύριε, ἐν θλίψει μικρᾷ ἡ “παιδεία σου ἡμῖν·” τοῦτό ἐστι τὸ ῥάπισμα· καὶ πάλιν “Παίδευσον ἡμᾶς, κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, “ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.” οὐ γὰρ τὸ παιδεύεσθαι τοῖς εὖ φρονοῦσι πικρόν· τὸ δὲ ἐν ὀργῇ κολάζεσθαι, καὶ δεινὸν καὶ δύσοιστον, μᾶλλον δὲ καὶ ὀλέθρου τὸ χρῆμα μεστόν.