Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 21-6
Not analysed yet
Χριστόν. αὐτὸς γάρ ἐστιν ἡ πάντων παράκλησις, ὁ τῆς θεραπείας τρόπος· αὐτὸν προώρισεν ὁ Πατὴρ πρὸ χρόνων αἰωνίων Σωτῆρα καὶ Λυτρωτὴν τοῖς τῷ θανάτῳ κεκρατημένοις. αὐτὸν ἔφη διαστέλλειν ἀνὰ μέσον ἀδελφων. καὶ τί δὴ τοῦτο ἔστιν, αὐτοῦ λέγοντος ἀκηκόαμεν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν “εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ “μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς “αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην “κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ “οἰκειακοὶ αὐτοῦ· καὶ πάλιν τὰ ἐσόμενά που προαπαυγέλλων τοῖς ἁγίοις μαθηταῖς “Παραδώσει, φησὶν, ἀδελφὸς “ἀδελφὸν εἰς θάνατον,’’ καὶ ἐπαναστήσεται πατὴρ ἐφ’ υἱούς. ἐπειδὴ γὰρ τὴν τοῦ διαβόλου καθῄρηκε τυραννίδα, καὶ τῶν τῆς εἰδωλολατρείας ἐξείλετο βρόχων τοὺς πεπλανημένους, κατέδησεν οὕτως πρὸς ἀγάπην τὴν πρὸς ἑαυτὸν, ὡς καὶ φυσικῆς ἀλογῆσαι φιλοστοργίας τοὺς πεπιστευκότας, καὶ ἀδελφοὺς ἀνήνασθαι καὶ πατέρας καὶ οἴκους καὶ γένη, καὶ ἀποχρήσειν αὐτοῖς εἰς ἅπασαν εὐθυμίαν, ὑπολαβεῖν τὸ προσκεκλίσθαι τῷ χριστῷ. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ, ὡς ἐκ προσώπου τῶν τοῦτο κατορθωκότων ψάλλει που καί φησιν ὅτι “Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατ- “έλιπόν με, ὁ δὲ κύριος προσελάβετό με.”