Ancient Greek · ~15 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 21.1
Not analysed yet
Φέρε δὴ οὖν, εἰς Χριστὸν ἀναφέρωμεν τὰ ὡς ἐν τύπῳ τοῖς πάλαι γεγενημένα. ὁ μὲν γὰρ προφήτης φησὶν Ἡσαΐας, ὅτι “’Αμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι “ἐν τόπῳ πίονι.’’ “καὶ ἦν ὁ ἀμπελὼν ἄνθρωπος τοῦ Ἰούδα, “νεόφυτον, ἠγαπημένον. ἀλλ’ οἱ τοῦ Ἰσραὴλ ἡγούμενοι, ὧν ἃν εἴη καὶ τύπος ὁ Ἀχαὰβ βασιλεύων, ἐπεθύμησαν ἔχειν τὸν ἀμπελῶνα αὐτοῦ· οὐχ ἵνα ᾖ κλῆρος ἐξαίρετος, τουτέστιν ἀμπελών· ἁλλ’ ἵνα κεχερσωμένος κῆπος γένοιτο λαχανίας, τουτέστιν, ἐπὶ τὸ ἀσυγκρίτως ἔλαττον καταφέροιτο· πλείστη γὰρ ὅση κήπου λαχάνων πρὸς ἀμπελῶνα διαφορά. καὶ τὸ ἔτι μεῖζον ἐν τούτοις, οὐκ ἀσυμφανές. γεγονότες μὲν γὰρ ὑπὸ Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι, πῶς οὐκ ἔμελλον εὐκληματούσαις ἀμπέλοις, καὶ μὴν καὶ γονιμωτάταις ἐν ἴσῳ τε εἶναι καὶ φαίνεσθαι; διαζῶντες δὲ τοῖς τῶν Φαρισαίων ἔθεσί τε καὶ τρόποις, καὶ μανθάνοντες διδασκαλίας ἐντάλ- μάτα ἀνθρώπων, κατ’ οὐδένα τρόπον διενεγκεῖν τῶν χθαμαλωτατων λαχάνων, ἃ καὶ λίαν εὐκόλως πίπτει καὶ μαραίνεται. οὐκοῦν ἐγλίχοντο μὲν οἱ τῶν Ἰουδαίων καθηγηταὶ τὸν ἀμπελῶνα Χριστοῦ κλῆρον ἴδιον ἔχειν, καὶ εἰς κῆπον λαχανίας· ἀλλ’ οὐκ ἔπειθον καταπροδοῦναι σφίσι τὸν τοῦ Πατρὸς ἀμπελῶνα. εἶτα, τί δέδρακεν ἡ θεομίσητος Ἰεζάβελ, τουτέστιν, ἡ ἀγελαία πληθὺς ἡ ὑπὸ χεῖρα τῶν ἡγοῦ μένων ἤγουν ἡ Συναγωγὴ, ταῖς τῶν ἡγουμένων συνδραμοῦσα λύπαις; δόλῳ μέτεισι τὸν δίκαιον, τὸν ὅσιον Ναβουθαὶ, τουτέστι, τὸν ἐρχόμενον, καὶ δὴ καὶ ἀναιρεθῆναι παρεσκεύασεν. ἀνῄρηται γὰρ συκοφαντούμενος ὁ Ἐμμανουήλ. ἁλλ’ ὅτι μὴ ἀνεκτὸν τὸ χρῆμα Θεῷ, σαφὲς ἂν γένοιτο τῷ λέγεσθαι τῷ προφήτη Ὠσηέ Διότι ἔτι μικρὸν καὶ ἀκδικήσω τὸ αἷμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσπαήλ. ἐκδεδίκηται γὰρ, ὡς ἔφην, τὸ αἷμα Χριστοῦ ἐκ παντὸς Ἰσραήλ. ἐπειδὴ γὰρ κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃ καὶ ἡ προφητεία γέγονεν, ὠνομάζοντο διῃρημένως, Ἰούδας μὲν οἱ μεμενηκότες ἐν τοῖς Ἱεροσολύμοις, Ἰσραὴλ δὲ πάλιν οἱ ἐν τῇ Σαμαρείᾳ, ἵνα τὸ ἐκ παντὸς Ισραὴλ ὁρῷτο σημαίνων, φησὶν ἀναγκαίως ἐκδικήσειν τὸ αἷμα Ἰεσράελ ἐκ τοῦ οἴκου Ἰούδα· καταπαύσειν δὲ καὶ τὴν βασιλείαν τοῦ οἴκου Ἰσραήλ. τοῦτο καὶ ὁ θεσπέσιος Ἰακὼβ προκαταμεμήνυκε, λέγων “Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μήρων αὐτοῦ, ἕως ἀν’ ἔλθῃ ᾦ ἀπό- “κειται, καὶ Αὐτὸς προσδοκία ἐθνῶν.’’ ἐπιλάμψαντος ἡμῖν τοῦ Ἐμμανουὴλ, τῆς τῶν ἐθνῶν προσδοκίας, τότε δὴ τότε καὶ ἐκ μέσου γέγονεν ἡ βασιλεία τοῦ Ἰσραήλ. καὶ γοῦν Ἡρώδης Ἀντιπάτρου παῖς, Ἀσκαλωνίτης, τῆς Ἰουδαίων ἡγεῖτο χώρας, γεγεννημένου Χριστοῦ. συντρίψειν δὲ καὶ αὐτὸ τὸ τόξον του Ισραηλ ἐν εκεινῃ τῃ ημερᾳ τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ. “Τόξον γὰρ “δυνατῶν ἠσθένησε,’’ κατὰ τὸ γεγραμμένον, καίτοι κρατήσειν ὑπειληφότων τοῦ Ἐμμανουήλ. καὶ “τοῦ μὲν ἐχθροῦ “ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος·’’ ἐξελύθη δὲ νεῦρα βραχιό- νῶν ἀυτῶν· οὐ γὰρ νενικήκασι ’τον ἀνίκητον. κατασκευάζων δὲ ὥσπερ τῆς πνευματικῆς θεωρίας τὸ βαθὺ, κάτεισιν εὐθὺς ἐπὶ τὰ ἱστορικῶς πεπραγμένα, λέγων ὅτι συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰεσράελ. ἐκεῖ γὰρ νενίκηκεν Ἀζαὴλ ὁ βασιλεὺς Συρίας ἀντεξάγοντα τὸν Ἰσραήλ. ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω τῆς ἀναγκαίας καὶ πνευματικῆς θεωρίας οὐκ ἀποκομίζειν τὸν λόγον, ἐκεῖνο φημί· τὸ λυποῦν οὐδὲν, καθάπερ ἐγᾦμαι, κοιλάδα νοεῖσθαι τοῦ Ἰεσπάελ, τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι Χριτοῦ, τὸ ἐν τῷ κήπῳ μνημεῖον, ἐν ᾧ καὶ ἡ ἀνάστασις ἐπακολουθήσασα τῷ πάθει νενίκηκε πάντα τρόπον Ἰουδαικῶν τολμημάτων. λέλυται γὰρ αὐτῶν διὰ τῆς ἀναστάσεως τὰ δύστροπα καὶ θεοστυγῆ καὶ μιαιφόνα τολμήματα. ᾤοντο μὲν γὰρ ἐκ μέσου ποιεῖν δύνασθαι τὸν Υἱὸν, ἵνα καὶ κλῆρον ἴδιον ἔχοιεν τὸν ἀμπελῶνα αὐτοῦ. ἀλλ’ ἐν μνημείῳ τεθεὶς, ἀνεβίω πάλιν, ἄπρακτα τῆς ἐκείνων ἐπιβουλῆς ἀποφαίνων τὰ σκέμματα, καὶ μονονουχὶ συντρίβων τοὶ τόξα, διὰ τοῦ μηδὲν ἔτι δύνασθαι παθεῖν. καὶ ἐκβάλλει μὲν αὐτοὺς τοῦ ἀμπελῶνος ὡς θεομισεῖς καὶ πονηροὺς καὶ κυριοκτόνους· ἐκδίδωσι δὲ γεωργοῖς ἑτέροις αὐτὸν, ἀγαθοῖς καὶ εὐγνώμοσι καὶ Φιλεπγεστάτοις, κατὰ τὴν τοῦ Εὐαγγελίου παραβολήν.