Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 20
Not analysed yet
Επειδὴ δὲ οὐκ ἂν ἑτέρως γένοιτο σαφὴς καὶ εὐκρινεστάτη τῆς πνευματικῆς θεωρίας ἡ παράθεσις, μὴ παρενεχθέντων εἰς μέσον τῶν ἱστορικῶς γεγονότων, φέρε πάλιν αὐτῶν ἐπιμνήσομαι. ὅτι μὲν οὖν πόλις ἡ Ἰεσράελ, προαπήγγελκεν ἡμῖν ἐναργῶς ὁ λόγος, ἀλλ’ ὡς ἐκ πόλεως τῆς Ἰεσράελ σημαίνει τὸν Ναβουθαί. τύπος δ’ ἂν γένοιτο καὶ αὐτὸς τῆς ἐν Χριστῷ νοουμένης οἰκονομίας· ἑρμηνεύεται δὲ καὶ αὐτὸς, Ερχόμενος. ὀνόματι δὲ τῷ τοιῷδε τὸν Ἐμμανουήλ σημαίνει πλειστάκις τὸ γράμμα τὸ ἱερόν. εἴρηται μὲν οὖν πρὸς τὸν μακάριον προφήτην Ἀμβακούμ “Ἔτι μικρὸν, ὁ ἐρχόμενος “ἥξει καὶ οὐ χρονιεῖ·’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ, “Εὐ- λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· καὶ μὴν καὶ αὐτὸς ὁ θεσπέσιος βαπτιστὴς ἀποστέλλει τινὰς τῶν ἑαυτοῦ μαθητῶν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ δὴ διεπυνθάνετο λέγων, “Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσ- “δοκῶμεν;” Ὅτι δὲ ἦν εἰς εἰκόνα Χριστοῦ, καὶ τοῦτο σαφῶς ἐκ τῶν ἐπ’ αὐτῷ γεγραμμένων εἰσόμεθα. ἐπεθύμει μὲν γὰρ ὁ Ἀχαὰβ κατακτήσασθαι τὸν ἀμπελῶνα αὐτοῦ, καὶ εἰς κῆπον λαχάνων μετασκευάσαι τὸ οὕτως ἐξαίρετον χωρίον. ὁ δὲ ἠγανάκτει πρὸς τοῦτο, καὶ ὡς οὐκ ἃν προοῖτό ποτε τὸν τοῦ πατρὸς ἀμπελῶνα, διισχυρίζετο σαφῶς. “Μή μοι γὰρ “γένοιτο, φησὶ, προδοῦναι ἀμπελῶνα πατρός μου σοί.’’ ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ἡ θεομισὴς καὶ βέβηλος Ἰεζάβελ, ἡ τοὺς προφήτας διώκουσα, καὶ τοῖς δικαίοις ἐπιβουλεύουσα, δυστρόποις ἐπιχειρήμασιν ἐξεμηχανᾶτο τῷ δικαίῳ τὸν φόνον· καὶ δὴ καὶ ἀναιρεθῆναι παρασκευάσασα, κληρονομεῖν ἐκέλευε τῷ συνῳκηκότι, φημὶ δὴ τῷ Ἀχαάβ. ἐπὶ τούτοις εἰκότως ἠγανάκτει Θεὸς, καὶ δὴ καὶ ἐκδικήσειν ἐπαγγέλλεται τὸ αἷμα τοῦ Ἰεσράελ. ἀνῄρηται γοῦν Ἀχαὰβ ὑπὸ Ἰηοῦ, καθάπερ ἤδη προείπομεν· προσετέθη δὲ αὐτῷ καὶ ἡ παμπόνηπος Ἰεζάβελ.