Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 22-5
Not analysed yet
Ἐπειδὴ γὰρ εἰς τοῦτό φησι καθίκεσθε δυσβουλίας καὶ ἀσεβημάτων, βδελυροὶ δὲ οὕτω γεγόνατε καὶ ἀπηχθημένοι, ποῖος ὑμῖν ἄρα βοηθήσει τρόπος ; ἢ τί πεπραχότες καὶ βου- λευσάμενοι τῆς οὕτω δεινῆς καὶ ἀγρίας ἐκνεύσετε συμφορᾶς, ὅταν ἡ ἐμὴ τελῆται πανηγυρις, δαπανῶντος τοῦ πολέμου τοὺς λελυπηκότας ; οὐκοῦν ἑορτὴν ἰδίαν ὀνομάζει Θεὸς, τὸν καιρὸν δηλονότι, καθ’ ὃν ὁ Ἰσραὴλ ἐξαιτοῖτο δίκας τῶν εἰς αὐτὸν πεπλημμελημένων.