Ancient Greek · ~4 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 23-16
Not analysed yet
Αἱ μυρίαι τε καὶ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι, αἱ βαδίζονσαι μὲν ἐπὶ τὸ ὄρος τοῦ κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ κυρίου, καὶ δι’ αὐτῆς ἰέναι προθύμως ὑπισχνούμενι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐρρῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθμοῦ δὲ κρείττων τῶν παρ’ αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν ό Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργα- τῶν ἐκ τῶν προσηλύτων προεχειρίζετο· γέγραπται γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις. τύπος δὲ ἦν ἄρα μυστηρίου τὸ δρώμενον. ἔμελλον γὰρ ἀναδείμασθαι ναὸν τῷ Θεῷ, ἀληθῆ καὶ περίοπτον, τουτέστι τὴν Ἐκκλησίαν, οὐκ Ἰουδαῖοι δὲ μᾶλλον, ἀλλ’ οἱ ἐξ ἐθνῶν, τὸν ἐν τῷ κρυπτῷ περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν ἔχοντες οὐχὶ τὴν ἐν σαρκὶ μᾶλλον, ἁλλὰ τὴν ἐν πνεύματι.