Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 23-2
Not analysed yet
Ἀληθὲς δὲ καὶ ἑτάρως εἴη ἂν καὶ μάλα εἰκότως, ὅτι τοὺς ἀποφοιτῶντας θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης ὀλιγωρήσααντας, καταστυγνάζειν ἀναγκαῖον, καὶ παντὸς ἔξω διατελεῖν τοῦ κατευφραίνειν εἰδότος· “Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, “λέγει Κύριος·” οἷς ὁ σκώληξ εἰς αἰῶνα τετήρηται· τοῖς γε e μὴν ἐπιεικέσι, καὶ εὐσεβῆ καὶ φιλόθεον ἔχουσι τὸν σκοπὸν, πρέποι ἂν εἰκότως καὶ τὸ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς κατευφραίνεσθαι δεὶν· “Εὐφροσύνη γὰρ αἰώνιος ὑπὲρ κεφαλῆς “αὐτῶν,” κατὰ τὸ γεγραμμένον, “ἀπέδρα τε ὀδύνη καὶ “λύπη καὶ στεναγμός·” οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων, “Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, “χαίρετε. τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.” ἕψεται γὰρ ὥσπερ τοῖς ἀλιτηρίοις τὸ κολάζεσθαι δεῖν, οὕτω καὶ τοῖς ἄνωθεν καταπλουτεῖν ἀγαθοῖς, οἷς ἂν γένοιτο σκοπὸς τὸ διαβιῶναι λαμπρῶς.