Ancient Greek · ~4 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 24-9
Not analysed yet
Tρίτον δὴ τοῦτο τῶν ἐξ Ἡσαῦ πλημμέλημα. τὸ γὰρ ὅρμημα αὐτοῦ, τὸ πρὸς ἔχθραν δηλονότι καὶ ἀνοσιότητα χαλεπὸν, ἐφύλαξεν εἰς νῖκος, τουτέστιν εἰς ἐκνίκησιν, καὶ μέχρι παντός. κατέληξε γὰρ οὐδαμῶς τῶν ἀνοσίων ἐγχειρημάτων, καίτοι, καθάπερ ἤδη προεῖπον, ἀποφοιτήσαντος τοῦ Ἡσαῦ τῆς ἀρχαίας ἐκείνης ἀνοσιότητος, καὶ φονῶντος μὲν οὐ̣κ ἔτι κατὰ τοῦ Ἰακὼβ, μετατιθεμένου δὲ μᾶλλον εἰς ἡμερότητα καὶ φιλαλληλίαν. ἐπιστρέφοντα γὰρ ἐκ τῆς λαβὰν ἑστίας, κατησπάζετο μὲν μετὰ κλαυθμοῦ· φιλεῖ δέ πὼς ἀεὶ καὶ ἐπὶ ταῖς ἄγαν εὐθυμίαις ἐκχεῖσθαι τὸ δάκρυον· σκληροὶ δὲ λίαν οἱ ἐξ αὐτοῦ, τῇ τῶν τρόπων σκαιότητι καὶ αὐτὴν ὑπερ- βαλλόμενοι τὴν τοῦ προγόνου φαυλότητα. ἀλλ’ ἔστιν ἀληθὲς, ὅτι πάντη τε καὶ πάντως “Ὁδοὶ μνησικάκων εἰς θάνατον.” ταύτῃτοι καί φησιν ἐξαποστελῶ πῦρ εἰς Θαιμάν· μητρόπολις δὲ τῆς Ἴδου μαίας αὕτη· καὶ καταφάγεται θεμέλιοι τειχεων αὐτης· ἐμπέπρησται γὰρ πολεμίων κεκρατηκότων, καὶ ὁμοῦ ταῖς ἄλλαις διόλωλεν ἡ Θαιμάν.