Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 25-2
Not analysed yet
Τίνα δὴ τρόπον καταλελοίπασι μὲν τὸν Κύριον, τετηρήκασι δὲ τὴν πορνείαν, καθίσητσιν ἐναργές. συνθελητὴν γὰρ τοῖς πλανωμένοις ἀποφαίνει τὸν παιδευτήν· καὶ οὕς ἦν εἰκὸς, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον τοῖς θείοις ἕπεσθαι νόμοις, καὶ ἀποκομίζειν εἰς τοῦτο τοὺς ὑπεζευγμένους, τούτους, ὡς ἔφην, τὰ τῆς πλάνης πληροῦντας ἐγκλήματα δείκνυσιν ἐναργῶς. ᾔεσαν μὲν γὰρ πρὸς αὐτούς τινες μανθάνειν ἐθέλοντες, φησὶν, ἤτοι τὰ ἐσόμενα τυχὸν, ἤγουν τὰ καθ’ ἑαυτοὺς, καὶ ἐν οἷς ἄν εἷεν ἤ καιροῖς, ἤ πράγμασιν. οἱ δὲ τοὸς προσιόνταις αὐτοῖς οὐκετι παρὰ Θεοῦ τὰ τοιάδε βούλεσθαι ζητεῖν δυσσεβοῦντες ἀνέπειθον, ἀλλ' ἐν συμβόλοις ἐπηρώτων, τουτέστι, διὰ σημείων τινῶν καὶ ἐπιτηρήσεων παρὰ τῶν ἀκαθάτρων πνευμάτων μανθάνειν ἐζήτουν· καθάπερ ἀμέλει καὶ Βαλαὰμ καταμαντεύεσθαί ποτε πῶν ἐξ Ἰσραὴλ ἐπεχείρει. τοῦτο γὰρ ἐκέλευε δρᾶν Βαλὰκ υἱὸς Βεώρ. ὁ δὲ, “Ποίησόν μοι, φησὶν, “ὧδε ἑπτὰ βωμοὺς, καὶ σφάξον μοι ἑπτὰ μόσχους καὶ ἑπτὰ “κριοὺς,” καὶ πορεύσομαι κατέναντι τῶν οἰωνῶν. ἤ γὰρ τοὺς καπνοὺς τοὺς ἐκ τῶν θυσιῶν ἀναθρώσκοντας κατασκέπτονται, ὅπη τε καὶ ὅπως ὑψοῦ τε καὶ ἄνω διάττουσιν· ἤ τοὺς ἐν ἥπατι σφαδασμοὺς περιαθροῦσιν οἱ δείλαιοι· ἤγουν τὰς ἐξ οἰωνῶν περιεργάζονται πτήσεις. οἰωνοσκοπία δὲ, καὶ μαντικὴ, καὶ τὰ τοιάδε τῶν κακῶν τῆς εἰς λῆξιν ἡκούσης δυσσεβείας ἐγκλήματα, καὶ ἐν τοῖς κατωτάτω τῆς εἰδωλολατρείας ἔρχονται μυχοῖς. Καὶ ἐν ῥάβδοις αὐτῶν ἀπήγγελλον αὐτῷ. ἀφικομένοις, φησὶ, πρὸς αὐτοὺς τοῖς ἐξ Ἰσραὴλ, καί τι τῶν ἰδίων διειδέναι σπουδάζουσιν, οὐχὶ μόνον ἐν συμβόλοις, ἀλλὰ καὶ ἐν ῥάβδοις αὐτῶν ἀπήγγελλον αὐτοῖς. τρόπος δὲ οὗτος ἀπάτης ἔτερος· ῥαβδομαντεία τὸ χρῆμα· καὶ εὕρεμά που τάχα τῆς Χαλδαίων περιεργίας. κατεμαντεύετο γὰρ οὕτως τῆς Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, καθὰ καὶ ὁ θεσπέσιος τινα τῶν ἀποῤῥήτων αὐτοῖς κατεπᾴδοντες, κατακλίνεσθαι παρεσκεύαζον ταῖς τῶν δαιμονίων ἐνεργείαις· καὶ πιπτούσας ἐπετήρουν ὅποι φέροιντο πάλιν, πότερον εἰς εὐθὺ ἤ ἀνόπιν, ἤ εἰς δεξιὸν ἤ εἰς εὐώνυμον· οὕτω τε λοιπὸν τὸ δοκοῦν τοῖς προσιοῦσιν ἀπήγγελλον. τοῦτό ἐστι τὸ ἐν ῥάβδοις ἀπήγγελλον. πάνδεινον οὖν ἀληθῶς ὅτε τῶν ἄλλων οἱ παιδαγωγοὶ, καὶ πρὸς τὸ τῷ Θεῷ φίλον ἀποκομίζειν οἷοί τε, καὶ πλανᾶσθαι παρεσκεύαζον καὶ ᾗ φησὶν ὁ προφήτης, “Μανίαν “ἐν οἴκῳ Κυρίου κατέπηξαν.” μανίαν γάρ φησι τὴν ψευδομαντείαν. ὑποκρίνονται γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, μηδὲ εἰδέναι λοιπὸν, ὅποιπέρ εἰσι. μαίνεσθαι γὰρ αὐτοὺς καὶ ἐνθουσιὰν ἔφασκόν τινες, ὡς θείου πεπληρωμένους. οὐ γὰρ ᾔδεσαν ὅτι τῶν ἀκαθάρτων πνευμάτων οἶκος ὥσπερ τις, καὶ σπήλαιον ἡ τῶν πλανωμένων ἐστὶ καρδία.