Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 25-3
Not analysed yet
Επάνεισι πάλιν ὁ λόγος εἰς ἀφήγησιν ἐγκλημάτων, ἐφ’ οἷς εἰκότως ἀνήρηται τῶν παρ’ αὐτοῖς ψευδοπροφητῶν ἡ ἀνοσία πληθύς. ἐκεῖ γάρ φησι, τουτέστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ καθ’ ὃν ἐκκέκλικεν ὁ Ἰσραὴλ, καὶ ἐν τῆ τοιᾷδε καταστάει γέγονεν, ὥστε καὶ ἑλέσθαι δαιμονίοις προσκυνεῖν· τοῦτο γάρ ἐστι τὸ ἐκεῖ πραγματικῶς νοούμενον, καὶ οὐχὶ δὴ μᾶλλον τοπικῶς· σφόδρα μου καταπεφρόνηκεν ἡ Γαλαάδ· πόλις δὲ αὕτη μία τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, ἡ καὶ ἐκνεμηθεῖσα τοῖς Λευίταις, κατὰ τὸν Μωυσέως νόμον· ἦν οὖν Ἱερέων καὶ Λευιτῶν πόλις. ἀλλ’ οἱ τοὺς ἄλλους ὀφείλοντες ἀποκομίζειν τῆς πλάνης, καὶ παιδαγωγεῖν εἰς ἀλήθειαν καὶ εἰς τὴν τοῦ συμφέροντος γνῶσιν· “Χείλη γὰρ ἱερέως, “φησὶ, φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ “στόματος αὐτοῦ· γεγόνασιν αὐτοὶ τῶν εἰδώλων εὑρεταὶ, καὶ τῶν ματαίων οἱ τεχνουργοί. εἰργάζοντο γὰρ μάταια, τουτέστι τὰ εἴδωλα. ἐτάραττον δὲ καὶ ὑδωρ, τουτέστι πάλιν συγχύσεως ἀφορμὴ τοῖς ἀγελαίοις γεγόνασιν. ὕδατι γὰρ παρεικάζειν ἔθος τῇ ἁγίᾳ γραφῇ τὴν ἀμέτρητον τῶν ἀνθρώπων πληθύν. καὶ γοῦν πολυανδρούσης ἄγαν τῆς Βαβυλωνίων, καὶ Νινευὶ, φησὶν, “Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς,” ἀντὶ τοῦ, ὡς κολυμβήθρα πλήρης ὑδάτων, οὕτω τὸ πλῆθος αὐτῆς.