Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 26-7
Not analysed yet
Διαπεράνας εὖ μάλα τὸν ἐπὶ Χριστῷ λόγον, καὶ τῆς καθόλου λυτρώσεως τὸ μυστήριον προαπηγγελκὼς ὁ μακάριος προφήτης, ἐποιμώζει πάλιν ταῖς τῶν προσκεκρουκότων συμφοραῖς, μόνον δὲ οὐχὶ καὶ κατολοφύρεται τοὺς ἐν Σα- μαρείᾳ. μετὸν γὰρ ἀπόνασθαί φησι, καὶ σφόδρα πλουσίως, τῶν ἐξ ἡμερότητος ἀγαθῶν, αὐτόμολοι δεδραμήκασι πρὸς τὰ ἐξ ὀργῆς ἐσόμενα κατ’ αὐτῶν, διάτοι τὸ ἀντεξάγειν ἑλέσθαι Θεῷ, καὶ δεσποτικοῖς προστάγμασι τὸ ἴδιον ἀντεγεῖραι θέλημα, μόνον δὲ οὐχὶ καὶ ἀντιτετάχθαι δοκεῖν, ἣ καὶ ἐν μοίρᾳ γενέσθαι τῶν ἀνθεστηκότων αὐτῷ κατὰ ἀλήθειαν. τοιγάρτοι φειδοῦς ἁπάσης ἐξηρημένης ἔργον μὲν ἔσονται ῥομφαίας αὐτοί· ξένοι δὲ τῆς ἀπανθρωπίας ἐπινοηθήσονται τρόποι κατά τε γυναίων καὶ τέκνων. ὁμοῦ γὰρ τοῖς ἀρτιγενέσι νηπίοις πρόωρον ὑπομενοῦσι θάνατον καὶ τὰ οὔπω κεκλημένα πρὸς τὸ εἶναι καὶ ζῆν, καὶ φθάσει τὴν δι’ ὠδῖνος πρόοδον τῶν πολεμίων τὸ ξίφος. πικρὸν οὖν ἄρα τὸ ἀντιτάττεσθαι Θεῷ, καὶ ὀλέθρου πρόξενον ἀληθῶς καὶ δι’ αὐτῆς ὁρᾶται τῆς πείρας.