Ancient Greek · ~5 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 27-13
Not analysed yet
Εξ ἀγάπης ὁ Προφήτης οὐκ ἐᾷ τοῖς λεγομένοις ἀπιστεῖν, ὡς οὐκ ἐσομένοις, τοὺς ἀκροωμένους. τοῦτο δὲ ἦν ἀναπεί- θοντος τὰ ἀμείνω μᾶλλον ἑλέσθαι μαθεῖν, καὶ δι’ αἰδοῦς ποιεῖσθαι τὸ χρήσιμον, ἵνα καὶ Θεὸς ἀποπαύσαι τὰ τῆς ὀργῆς καὶ ἀνασειράζοι τὴν συμφορὰν, καὶ μετανοοῦντας δέξαιτο. κατοικτείρει γὰρ ἀεὶ τοὺς ἐπιστρέφειν ἐθέλοντας. διδάσκει τοίνυν ὅτι παναλκὴς ὁ Θεὸς, καὶ οὐκ ἀνικάνως ἔχων ἐπενεγκεῖν οἷς ἔφη τὸ πέρας. Κύριος γάρ φησι, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Μῆ καθ’ ὑμᾶς ὑπάρχειν οἴεσθε τὸν λελυπημένον. οὐ γὰρ ὡς ἄνθρωπος ὁ Δεσπότης, ἀλλ’ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, ὁ χεῖρα τῇ γῇ· τῇ Σαμαρειτῶν δηλονότι· τὴν ἰδίαν ἐπαφιεὶς καὶ σαλεύων αὐτήν· καὶ οὔτι που τὸν συνήθη κλόνον ὑπομεῖναι παρασκευάζων αὐτὴν, ἀλλὰ τῷ πολέμῳ καὶ ταῖς ἀνηκέστοις συμφοραῖς κατασείων ἅπασαν καὶ καταδονεῖσθαι ποιῶν. ταύτῃτοί φησι Πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ὡς Αἰγύπτου ποταμος ἀναβήσεται μὲν ἡ συντέλεια, πάντα κατακαλύπτουσα οὔσα καὶ βαπτίζουσα· ὑπονοστήσει δὲ οὕτω πάντα πάλιν ἐν ἴσῳ τρόπῳ καθέλκουσά τε καὶ καταφέρουσα. ἔφαμεν δὲ, ὅτι τὸν Σεναχηρεὶμ καὶ τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τὸν ὑπ’ αὐτῶν ἀρθέντα κατὰ τῆς Σαμαρείας πόλεμον τοῖς τῶν ποταμῶν παρεικάζει νάμασιν.