Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 27-2
Not analysed yet
Ἐπιφέρει πάλιν εὐθὺς τῆς οὕτω δεινῆς, μᾶλλον δὲ καὶ λίαν πρεπωδεστάτης αὐτοῖς ἀγανακτήσεως τὴν αἰτίαν. ἐπειδὴ γὰρ μακροὺς ἐν τῷ πεπλανῆσθαι διατετελέκασι χρόνους, ἐν ἴδαις καιρῶν παρατάσεσι, φησὶν, ἕξουσι τὴν ὁργήν. τοῦτο οἶμαι ἐστὶ τὸ ἐκδικήσω ἐπ᾿ αὐτὴν τὰς b ἡμέρας τῶν Βααλεὶμ, τουτέστι τῶν εἰδώλων. ἰσομοιρήσει γὰρ πάντως φησὶ ταῖς πλανήσεως ἡμέραις, ἐν αἷς ἐθυμία τῇ Βάαλ, τὰ ἐκ ποινῆς τε καὶ δίκης. οὐ γὰρ διαλέποιπεν ὡραϊζομένη, καὶ τοῖς ἑαυτοῖς ἐρασταῖς ἁνδάνουσα πολυτρόπως. κόσμος δὲ ψυχαῖς εἰδωλολατρεῖν ᾐρημέναις, τὸ ἐκεῖνα πληροῦν, ἃ τοῖς ἀκαθάρτοις δαιμονίοις δοκεῖ. ὥσπερ γὰρ ἀπόβλεπτον εἶναί φαμεν ἀνθρώπου ψυχὴν, ᾗπερ ἂν ὁρῷτο προσὸν τὸ διαπρέπειν ἐν ἀρεταῖς· οὕτω καὶ ψυχὴν c τὴν θιλαμαρτήμονα ταῖς τῶν δαιμονίων ἀγέλαις ὑποτοπητέον εἶναι περικαλλῆ, φρονεῖν τε καὶ δρᾶν ἑλομένην πᾶν ὅτι ἐστὶν ἡδύ τε αὐτοῖς καὶ φίλον. παρεικάζοιτο δ᾿ ἂν ἡ τοιαύτη ψυχὴ γυναικὶ τοὺς τρόπους οὐκ ἀγαθῇ, ἣ καὶ ἐξιτήλως χρυσαΐζεται· μόνον δὲ οὐχὶ καὶ τοῖς εἰς ὠτία καὶ δέρην κοσμήμασι τὴν τῶν ἐρώντων αὐτῆς καταγοητεύει καρδίαν. σεμνύνει δὴ οὖν ἄρα τοὺς πονηροὺς πᾶν εἶδος ἀκαθαρσίας. ὅτι δὲ. οἷς ὁ σκοπὸς πρὸς ἐκεῖνα βλέπειν, τούτοις ἂν εἴη σύνηθές τε καὶ ἀναγκαὶον τὸ καὶ αὐτῆς ἀπολισθεῖν τῆς τοῦ Θεοῦ μνήμης, δέδειχεν εἰπών ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος, ἐπειδὴ γὰρ d κατηῥῥώστησε τὸ προσκεκλίσθαι φησὶ τοῖς δαιμονίοις, μᾶλλον δὲ καὶ ὁλοτρόπως ἀποφοιτᾶν τῆς εἰς τὸ ἀγαθὸν ἐφέσεώς τε καὶ προθυμίας, καὶ αὐτῆς ἀπώλισθε τῆς τοῦ Θεοῦ μνήμης· τοῦτο δέ ἐστι τῆς εἰσάπαν δυσσεβείας ἀπόδειξις ἐναγρής.