Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 27-3
Not analysed yet
Ὅτι μὴ δίχα πνευμάτων τῶν ἀκαθάρτων καὶ πονηρῶν τὰ τοιάδε πράττεται, διδάσκει σαφῶς. ἄπαν γὰρ εἶδος φαυλότητος παρ' ἐκείνων ἐστὶ, καὶ τῶν αἰσχίστων οὐδὲν ἀνεπιτήδευτον τοῖς τὰ αὐτοῖς δοκοῦντα πληροῦν ᾑρημένοις. πεπλάνηνται τοίνυν φησὶ πνεύματι πορνέιας, καὶ ὡς ἀποτάτω γεγόνασι τοῦ Θεοῦ, φιλήδονοί τε ὑπάρχοντες, καὶ φιλοσαρκίας ἀφορμὴν τὰ τῆς εἰδωλολατρείας ἔργα ποιούμενοι. ἔθυον γὰρ, βουνούς τε καὶ ὄρη καταλαμβάνοντες, καὶ γηΐνοις ὑψώμασι τὸ τῶν δαιμονίων χαμαιριφὲς θεραπεύοντες. εἶτα βωμοὺς ὑποκάτω δρυὸς καὶ λεύκης ἐγείροντες, προσῆγον σπονδὰς. νύμφαις. τάχα που ταῖς ἁμαδρύασι, κατὰ τοὺς Ἑλλήνων μύθους, τιμὰς ἀποπέμποντες. φασὶ γὰρ οἱ τῶν Ἑλλήνων ποιηταὶ καὶ λογάδες, καὶ φυτῶν καὶ ξύλων ἐρᾶν τοὺς ἀκαθάρτους δαίμονας, οὕς νύμφας ὠνόμαζον, κατὰ τὸ αὐτοῖς οὐκ οἶδ' ὅπως δοκοῦν. ἐδόκει τοίνυν αὐτοῖς ἀποδέχεσθαι, φησὶ, τὰς σκιὰς, καὶ ὑπὸ τοῖς εὐανθεστάτοις θρύπτεσθαι δρυμοῖς· ἐπαινεῖν τε καὶ λέγειν, ὅτι καλὸν σκέπη. οὐκοῦν ὁ φιλήδονος οὐκ ἄν γένοιτο καὶ φιλόθεος. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος περί τινων, ὅτι “Θιλήδονοι “μᾶλλον εἰσὶν ἤ φιλόθεοι.” “Μακάριοι δὴ οὖν οἱ πεν- “θοῦντες νῦν,” καθά φησιν ὁ Σωτὴρ, καὶ τὸ τληπαθὲς εἰς πόνους τοὺς ἐπωφελεῖς τιμᾶν ὅτι μάλιστα καὶ ἀγαπᾶν διεσπουδακότες.