Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 29
Not analysed yet
Τοῦτο καθ᾿ ἕτερον ἡμῖν ἐξηγεῖται τρόπον ὁ μακάριος Ἡσαΐας “Καὶ ἐὰν γένηται, φησὶν, ὁ λαὸς Ἰσραὴλ ὡς ἡ “ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. λόγον “γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον “συντετμημένον ποιήσει ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.” ἀλλ᾿ εἴτ᾿ οὖν ὧδε νοοῖτο τυχὸν, εἴτε καὶ ἑτέρως, πολὺς καὶ ἀναρίθμητος ὁ Ἰσραὴλ, καὶ ψάμμοις ταῖς ἀναλίαις ἰσομέτρως b ἔχων, οὐ πολὺς αὐτῶν παρὰ Θεῷ λόγος δυσσεβεῖν ᾑρημένων· καίτοι καὶ ἑνὸς δικαίου καὶ εὐσεβοῦς καὶ ἀγάπης τῆς παρ᾿ αὐτοῦ καὶ φειδοῦς ἐκκρίτως ἠξιωμένου. ἐπιβλέπει γοῦν καὶ ἐφ᾿ ἕνα ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ. καὶ οὐκ ἀπόχρη τοῦτο τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι, καὶ δεδιόσιν αὐτὸν, καὶ γνησίως δουλεύουσιν, ἀλλὰ γὰρ καὶ ἑτέρους εἰσὶν ὠφελεῖν οἷοι τε, καὶ προσκεκρουκότας ἀπαλλάττειν τῆς ἐπηρτημένης ἔσθ᾿ ὅτε ποινῆς. λάβοις δ᾿ ἂν εἰς ἀπόδειξιν τοῦ τοιοῦδε πράγματος τοὺς ἐπί γε Σοδομίταις λόγους, ὅτε καὶ ἀνήσειν αὐτοῖς ἐπηγγέλλετο τὴν διὰ πυρὸς δίκην ὁ πάντα ἰσχύων Θεὸς, πέντε μόνων ἐν αὐτοῖς δικαίων ηὑρημένων. καὶ γοῦν ἐσώζετο Λὼτ ὁμοῦ γυναικὶ καὶ τέκνοις. καὶ τί πέντε λέγω δικαίους καὶ ἀγαθούς; ὅπου καὶ τοῖς Ἱεροσολύμοις ὀργὴν ἐπαρτήσας, “Περιδράμετε, “φησὶν, ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ γνῶτε καὶ “ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὔρητε ἄνδρα, εἰ “αὐτοῖς, λέγει Κύριος.” συνίης οὖν ὅπων καὶ ἑνὸς ἀντέχεται δικαίου, καὶ πόλεως ὅλης ὑπερευχόμενον οὐ ξπεριορᾷ· ἀλλ᾿ οὐδεὶς αὐτῷ λόγος καὶ ἀναριθμήτου πληθύος, ὡς ἔφην, εἰ ὁρῷτο βέβηλος καὶ ἀπονεύσασα πρὸς τὸ φαῦλον, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἀγρίως ἐνειλημμένη.