Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 29-5
Not analysed yet
Εθος ἦν τοῖς ἐξ Ἰσραὴλ τοὺς τῶν ἁγίων προφητῶν ἀποσείεσθαι λόγους, καὶ οὐδὲν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ, καίτοι πολλάκις ὅτι παθεῖν αὐτοῖς συμβήσεται τὰ δεινὰ προηγορευκότος. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς προσπεφώνηκέ που τῷ προφήτῃ λέγων Ἱεςεκιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ “οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ “ὅρασις ἢν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε “λέγει Ἀδωναΐ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ “λόγοι μου, οὓς ἃν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναΐ Κύριος ”τοιοῦτον τί φησι κὰνθάδε· ηκασι γάρ φησιν αἱ ἡμέραι τῆς ἐκδικήσεως. ὅμοιον ὡς εἰ λέγοι Ἐγγὺς ἡ δίκη, καὶ ἐπ’ αὐταῖς ἤδη θύραις ὁ ἀγὼν, γείτων ἡ συμφορὰ, καὶ ἐν ὀφθαλμοῖς ὁ πόλεμος. ἐνέστηκεν ἡ τῆς ἀνταποδόσεως ἡμέρα. κακουμένῳ δέ σοι, φησὶν, ὦ Ἰσραὴλ, συγκακωθήσεται πάντως, καὶ ἐν ἴσῳ τρόπῳ μεθέξει τῆς δίκης, πᾶς ὁ ἐν σοὶ ψευδοπροφήτης, ὁ παρεξεστηκὼς ἄνθρωπος, τουτέστιν, ὁ ἔνθους καὶ μαινόμενος, καὶ ἀπολωλεκὼς τὰς φρένας, ὃν σὺ νενόμικας εἰναι πωευματοφόρον. ὁμοῦ γὰρ τοῖς ἄλλοις διολώλασι οἵ τε ἱερεῖς τῶν ὑψηλῶν, καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, καὶ πάντες ὅσοι ψευδοεπεῖς τε καὶ ψευδομάντεις ἦσαν ἐν τῷ Ἰσραήλ. ἐπειδὴ γὰρ μαίνεσθαι προσεποιοῦντο τὰς μαντείας ποιούμενοι, καὶ φοιβᾶν ὑπεκρίνοντο, ταύτῃτοι καὶ ἄνθρωπον παρεξεστηκότα τὸν τοιοῦτον ὀνομάζει.