Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 29-9
Not analysed yet
Πρέποι δ’ ἂν ὁ λόγος, ὥς γε μοι φαίνεται, καὶ τοῖς τῶν ἀνοσίων προεστηκόσιν αἱρέσεων, οἳ τοὺς υἱοὺς τῆς Ἐκκλησίας μονονουχὶ διαρπάζοντες τῇ τῶν Ἑλλήνων καταπωλοῦσι σοφίᾳ, ἵνα πολυπλόκων ἐννοιῶν ἀναπιμπλάμενοι, πικροὶ γένοιντο ζητηταὶ, μᾶλλον δὲ ἀπειθεῖς τε καὶ ἀλιτήριοι, καὶ τὰ ὀρθὰ διαστρέφοντες, καίτοι δέον ἁπλῆ διαβιῶναι φύσει, καὶ τὸν ἀκαπήλευτον λόγον τῆς ἀληθείας μελετᾶν. ἔξω δὴ οὖν τῶν ἰδίων ὁρίων γενέσθαι τοὺς ἠπατημένους μένους παρασκευάζουσιν. ὅροι δὲ ὥσπερ καὶ χώρα τῶν τέκνων τῆς Ἐκ- κλησίας τῆς ἀληθείας ἡ γνῶσις, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀκριβῶς ἐξητασμένων εἰς ὀρθότητα νενευκός. λέγοιντο δ' ἂν εἰκότως χρυσᾶ σκεύη καὶ ἀργυρᾶ, καὶ ἐπίλεκτα Θεοῦ, κατὰ τὸ ἀληθὲς οἱ πίστει τε κατηγλαισμένοι, καὶ τοῖς ἐξ ἔργων ἀγαθῶν αὐχήμασι κεχρυσωμένοι, καὶ τῷ τῆς εὐσεβείας διαστίλβοντες κάλλει. ἀλλ’ εἰ γένοιτό τινα τῶν ὧδε λαμπρῶν τοῖς τῆς ἀπάτης ἐναλῶναι βρόχοις, ἀκούσονται πάντως οἱ τῆς ἀπάτης εὑρεταί Τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπιλεκτά μου εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν. ἔγκλημα δὲ τοῦτο δεινόν τε καὶ δυσδιάφυκτον. “Ἁμαρ- “τάνοντες γὰρ εἰς τοὺς ἀδελφοὺς, ὑπὲρ ὧν χριστὸς “ἀπέθανεν,” αὐτὸν ἀδικοῦσι χριστὸν, ᾧ πάντη τε καὶ πάντως τὰς τῶν εἰς αὐτὸν πεπλημμελημένων δίκας ἀποτιοῦσιν.