Ancient Greek
3 to 4
Cyrillus Theol., In XII Prophetas 3-18-4
Not analysed yet
Ἔγκλημα δὴ τοῦτο τῶν ὅτι μάλιστα καὶ ἀληθῶν καὶ πρεπωδεστάτων τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις, οἷς ἡ ἀθλία τῶν Ἰουδαίων πληθὺς κατακολουθήσασα διόλωλε τε καὶ κατεφθάρη· γέγονε γὰρ δυσσεβὴς καὶ κυριοκτόνος. Διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἠ ἡμέρα.