Ancient Greek · ~4 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 3-9
Not analysed yet
Λόγον Κύρου γεγενῆσθαι φησὶ πρὸς ἑαυτὸν ὁ Προφήτης, ἵνα τῆ προφητείᾳ τὴν πίστιν προσνέμωμεν, ἀραρότως διακείμενοι καὶ τεθαρρηκότες, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα. πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων καὶ αὐτὸς ὁ Σωτῆρ’ “Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον- “ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.” χρῆμα γὰρ οὐχὶ ψευδοεπὲς ἠ’ ἀλήθεια, καὶ ὅπερ ἃν λέγοι ὁ Θεὸς, ἀτρεκὲς ἔσται πάντως. αὐτὸς γάρ ἐστιν ὁ “ἱστῶν ῥήματα παιδὸς “αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. οὐκοῦν εὐτεχνέστατα καὶ σοφῶς ἐξαιτεῖ τὴν πίστιν τοὺς ἀκροωμένους, ὅτι μὴ κατά τινας εἴη ψευδοέπης, ἤγουν ἐκ καρδίας τὸ δοκοῦν ἀναφέρων, ἀλλ’ ἐκ στόματος κυρίου λαλῶν ἐν πνεύματι, σαφέστατα διειπών. πρόσκειται δὲ ἀναγκαίως ὁ Βαθουὴλ, ἵνα μή τις ἕτερος παρ’ αὐτὸν νοοῖτο τὸν ᾿Ιωήλ. πολλοὶ μὲν γὰρ ἴσως, μᾶλλον δὲ καὶ ἀναμφιλόγως τῇ τοιᾷδε κλήσει κατωνομάζοντο· γεγόνασι δὲ οὐ πάντες ἐκ Βαθουήλ. ἀσφαλείας δὴ οὖν, ὡς ἐγῷμαι, χάριν προσεπενήνεκται πάλιν ὁ Βαθουήλ.