Ancient Greek · ~11 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 30-10
Not analysed yet
Μωαρῖται πάλιν δεδυσσεβήκασιν οὐ μετρίως, ὡς ἐπέκεινα λοιπὸν καὶ αὐτοὺς ἐλάσαι τῆς ἐνούσης ἡμερότητός τε καὶ ἀνεξικακίας τῷ τῶν ὅλων Θεῷ. ἐπίκλημα δὲ αὐτοῖς ἡ εἰς νεκρὸν ἁμαρτία· τὸ ἐμπρῆσαί φημι τὰ ὀστᾶ τοῦ βασιλέως τῆς Ἰδουμαιας· ἐμπρῆσαι δὲ οὕτως, ὡς κατισχνῶσαι λοιπὸν εἰς χοῦν καὶ κονίαν. τί τοίνυν τὸ ἔγκλημα ; μῖσος καὶ ἀπανθρωπία καὶ ἀχάλινος ἀγριότης κατὰ τῶν ἐξ Ἰσραήλ. ἐμ- πεπρῆσθαι γὰρ οὐχ ἑτέρου του χάριν τὰ τοῦ μνημονευθέντος βασιλέως ὀστᾶ φαίη τις ἃν, ἢ ὅτι μόνων ἕνεκα τῶν ἐξ Ἰσβαήλ. σαφῆ δὲ οὖσαν τὴν ἱστορίαν διὰ βραχέων άφηγήσομαι. Ἐν τῆ τετάρτῃ γέγραπται τῶν βασιλειῶν “καὶ ἐγένετο “μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ “ἐν βασιλεῖ Ἰσραήλ. καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῆ “ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραὴλ, “καὶ ἐπορέυθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα “Ἰούδα λέγων βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ “πορεύση μετ’ ἐμοῦ ἐπὶ Μωὰβ εἰς πόλεμον ; καὶ εἶπεν “Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός σου ὁ “λαός μου, ὡς οἱ ἵπποι σου οἱ ἵπποι μου. καὶ εἶπε Ποίᾳ “ὁδῷ ἀναβῶ; καὶ εἶπεν Ὁδὸν ἔρημον Ἐδώμ. καὶ ἐπορεύθη “ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς “Εδὼμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἦν “ὕδωρ τῆ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν “αὐτῶν.’’ ἄθρει δὴ οὖν ὅπως συνωπλίζετο τοῖς βασιλεῦσι καὶ ὁ βασιλεὺς Ἐδὼμ, τουτέστι τῆς Ἰδουμαίας· ἐπειδὴ δὲ ἦσαν ὑδάτων ἐν σπάνει, μετεπέμποντο τὸν μακάριον προφήτην Ἐλισσαῖον, καὶ παρεκάλουν δοθῆναι παρὰ Θεοῦ τὸ ζητούμενον. οὗ δὴ γεγονότος, ἥλωσαν Μωαβῖται· γέγραπται γὰρ μεθ᾿ ἕτερα πάλιν “Καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάτα- “ξαν τὴν Μωὰβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ “εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωὰβ, καὶ “τὰς πόλεις καθεῖλον, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν “ἀνὴρ τὸν λίθον αὐτοῦ καὶ ἐνέπλησαν αὐτὴν, καὶ πᾶσαν “πηγὴν ὕδατος ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν “κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου “καθῃρημένους.’’ ἐπιμηνιῶντες τοίνυν οἱ ἀπὸ Μωὰβ ὅτι νενικήκασι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, ἐπαμύνοντος αὐτοῖς καὶ συνεξάγοντος τοῦ βασιλέως Ἐδὼμ, ἐπειδὴ τεθνεῶτα λυπεῖν οὐκ εἶχον ἑτέρως, πεπλημμελήκασιν εἰς τὸ λείψανον, πυρὶ δαπανῶντες αὐτὸ, καὶ μηδὲ ὀστέων ἔτι φειδόμενοι, προστιθέντες δὲ ὥσπερ ὠλοθρευμένοις τοῖς ἐξ Ἰσραὴλ τὸν ἐπίκουρον αὐτοῖς γεγονότα κατὰ καιρούς. οὐκοῦν ἐμπρησθήσεσθαι τὰς πόλεις αὐτῶν, καὶ αὐτοὺς δέ φησιν ἀπολεῖσθαι ἐν ἀδυναμία, οὐ νόσῳ μαραινομένους, οὐδὲ ταῖς κοιναῖς ἀσθενείαις ἐντετηγμένους, ἀλλὰ μετά, κραυγης καὶ μετα φωνῆς σάλπιγγος, τουτέστιν, ὡς ἐν πολέμῳ καὶ μάχη· ἀπειλεῖ δὲ ὅτι καὶ κριταὶ καὶ ἄρχοντες καὶ πάντες αὐτῆς οἱ ἡγούμενοι συναπολοῦνται τοῖς ὑπεστρωμένοις. αὐτοὶ γὰρ ἦρχον βουλῆς καὶ ἐγχειρημάτων, καὶ τῆς ὅλης δυσσεβείας πάντως που γεγόνασι τοῖς ἄλλοις εἰσηγηταί.