Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 30-7
Not analysed yet
Αὕτη τοῦ Προφήτου φωνὴ προτρέποντος εἰς μετάγνωσιν, καὶ τοῦ Δεσπότου τὴν γαληνότητα καθιστάντος ἐναργῆ, καὶ τὸν ὄκνον ὑποτεμνομένου τοῦ μεταγινώσκειν ἐθέλοντος. μὴ γὰρ ἐνδοιάσῃς, φησὶν, ὦ ᾿Ισραὴλ, ὅτι τεύξῃ τῶν κατ’ εὐχὴν, εἰ προσκομίσειας τὴν μετάγνωσιν. ὁ γὰρ ἐν τοὶ Θεὸς ἐλεεῖν οἶδε καὶ κατοικτειρεῖν ὀρφανούς. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυείδ “᾿Ορφανὸν καὶ χήραν ἀναλήψεται,” ἐξ ἑνὸς οἶμαι πράγματος, ἤγουν ἐκ προσώπων τῶν ὅτι μάλιστα κατελεεῖσθαι πεφυκότων, τῆς θείας τε καὶ ἀπορρήτου φύσεως καταδεικνὺς τὸ φιλάνθρωπον. εἰ δὲ δὴ βούλοιτό τις τῆς ὀρφανίας τὸ χρῆμα καὶ αὐτῷ καταγράφειν τῷ ᾿Ισραήλ. ἀπώλισθε γὰρ μονονουχὶ Πατρὸς τοῦ Θεοῦ, καίτοι λέγοντος ἐναργῶς “Υἱὸς πρωτότοκός μου ᾿Ισραήλ·” φαίην ἂν ἔγωγε καὶ τῇδε νοεῖν ὀρθῶς.