Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 31-10
Not analysed yet
Παρατίθησιν εὐθὺς ταῖς δίκαις τὰ πλημμελήματα, καὶ ταῖς τῶν δεινῶν ἀφηγήσεσι γείτονα ποιεῖται χρησίμως τὴν τῶν ἀνοσιουργημάτων ἔνδειξιν ἔνδειξιν ἐναργῆ, ὡς ἂν μὴ καταμωμησαιτό μήσαιτό τις, μήτε μὴν ἐπαιτιῷτο Θεὸν, ὡς ἀπηνεστέραν ἢ χρὴ ποινὴν ἐπαρτήσαντα τοῖς ἐξ Ἰσραήλ. τάδε γὰρ ἥξει φησὶν ἐφ’ ὑμᾶς, καὶ τάδε. καὶ ἀνθ’ ὅτου λέγουσιν εἰς μέσον ἥξει, βοᾶ· εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, ἔνθα δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ θεομισὴς Ἱεροβοάμ· ἐκεῖ δεινῶς καὶ ἐκτόπως παρανομοῦντες ἁλώσεσθε. νενομοθέτηκα μὲν γὰρ διὰ τοῦ πανσόφου Μωυσέως “Οὐ ποιήσεις “σεαυτῷ σεαυτῷ θεοὺς χρυσοῦς καὶ θεοὺς ἀργυροῦς,’ καὶ “Κύριόν “δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ- “σεις.” αὐτοὶ δὲ τὸν ἐμὸν διαγελῶντες νόμον προσκεκυνήκατε, φησὶ, τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ χρυσῆν ὁρῶντες δάμαλιν καὶ ἄψυχον ὕλην, ἐκαρτερήσατε, λέγοντος τοῦ τὴν πλάνην ἐξευρηκότος “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, “οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. πλείστην δὲ ὅσην εἰργάσασθε τὴν ἀσέβειαν ἐν Γαλγάλοις· πόλις δὲ αὕτη τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, δεινῶς ἀπονεύσασα πρὸς ἀπόστασιν. καὶ γοῦν ἔφη περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός “Πᾶσαι Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γάλγαλα, ὅτι ἐκεῖ αὐτοὺς “ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν. οὐκοῦν ἧ φησὶν ὁ παροιμιαστής “Ἐνώπιόν εἰσι τῶν τοῦ “Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς “αὐτοῦ σκοπεύει.’’ καὶ ἀποδέχεται μὲν τοὺς ὀρθοποδεῖν μεμελετηκότας, ἀποσείεται δὲ τὸν ἔξω βαίνοντα τῆς εὐθείας, καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἰέναι σπουδάζοντα.