Ancient Greek · ~3 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 31-13
Not analysed yet
Ἀδικηθεὶς μὲν οὐδὲν, οἴκῳ δὲ ὥσπερ τῷ κήτει χρησάμενος, ἔννους τε ὑπάρχων, καὶ κατ’ οὐδένα τρόπον ἢ σῶμα τυχὸν ἣ φρένας λελωβημένος, αἰσθάνεται τῆς ἐπικουρίας. οἶδε γεγονότα τὸν Θεὸν εὐμενῆ· οὐκ ἠγνοηκὼς δὲ τὸ συμβὰν ἐκ τοῦ κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχὴν, καὶ χαριστηρίους μὲν ἀνατείνει λιτὰς, ὁμοῦ δὲ τὴν δόξαν ὁμολογεῖ τοῦ σώζοντος, καὶ καταθαυμάζει τὴν ἐξουσίαν, καὶ ἀνακηρύττει τὴν ἡμερότητα. δεχθῆναι γὰρ ἔφη τὴν ἑαυτοῦ προσευχὴν, καὶ τοῦτο οἶμαι που προφητικῷ πνεύματι συνιείς. τὸ δὲ ἐκ κοιλίας ᾄδου, τὸ οἷον ἐκ τῆς τοῦ κήτους γαστρός φησιν, ᾅδῃ καὶ θανάτῳ παρεικάζων εὐφυῶς τὸ θηρίον· ἅτε δὴ καὶ φονεύειν εἰδὸς, καὶ καταρροφᾶν ἀγρίως τὸν ἀλισκομένον.