Ancient Greek · ~5 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 31-15
Not analysed yet
Οί σπουδὴν πεποιημένοι τὸ ἀναφοιτᾶν εἰς τὸ ὄρος Κυρίου, καὶ ἀναμανθάνειν ἐθέλοντες τὰς τρίβους αὐτοῦ, τὸ εὐήνιον ἐπαγγέλλονται, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀποδέχονται τὰ αὐχήματα, καὶ ὅτι τῶν εἰς εὐσέβειαν σπουδασμάτων παντὶ δὴ σθένει μεταποιήσονται, διὰ τούτων ἡμῖν εὖ μάλα κατασημαίνουσιν. ἕκαστος μὲν γάρ φησι τῶν ἐν πάσῃ τε καὶ πόλει, ἢν ἂν αὐτὸς ἕλοιτο διαστείχοι τρίβον, διαβιῴη δὲ αὖ κατὰ τὸ αὐτῷ δοκοῦν ἢ καὶ εὖ ἔχειν ὑπειλημμένον· ἡμῖν δὲ φροντὶς ὁ Χριστὸς, καὶ τρίβον ὀρθὴν ποιησόμεθα τὰ αὐτοῦ θεσπίσματα, συμβαδιούμεθα δὲ ὥσπερ αὐτῷ, καὶ οὐχὶ δὴ μόνον εἰς αἰῶνα τὸν ἐνεστηκότα καὶ παρερχόμενον, ἁλλ’ ἐπὶ πολὺ καὶ ἐπέκεινα. καὶ ἀτρεκὴς ὁ λόγος· οἱ γὰρ νυνὶ συμπάσχοντες, συνέσονταί τε διαπαντὸς καὶ συνδοξασθήσονται καὶ συμβασιλεύσουσι. φροντίδα γεμὴν ποιοῦνται Χριστὸν οἱ τῆς εἰς αὐτὸν ἀγάπης προτιθέντες οὐδὲν, οἱ καταλήγοντες μὲν τῶν εἰκαίων τοῦ κόσμου περισπασμῶν, ζητοῦντες δὲ μᾶλλον τὴν δικαιοσύνην, καὶ τὸ ἁνδάνον αὐτῷ, καὶ τὸ διαπρέπειν ἐν ἀρεταῖς, ὁποῖός τις ἦν καὶ ὁ θεσπέσιος Παῦλος. γράφει γοῦν ὅτι “Χριστῷ “συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρισός. καὶ πάλιν “Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὕμιν, εἰ μὴ Ἱησουν “Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.”