Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 31-4
Not analysed yet
Πλῆθος ἀδικίας φησὶν οἱονεὶ τὴν πολύτροπόν τε καὶ πολυειδῆ θρησκείαν τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ λόγῳ, πεπλάνηντο, καὶ πάντες ἦσαν εἰδωλολάτραι. πλὴν ἐμερίζοντο τοὺς τῆς πλανήσεως τρόπους, ἄλλοι τε ἄλλοις προσῆγον ῆγον τὰς τελετὰς, καὶ τοῖς προσιοῦσιν ἐποιοῦντο τὰς ψευδομαντείας. οἱ μὲν γὰρ ταῖς δαμάλεσιν ἐλάτρευον· οἱ δὲ τῷ Χαμὼς, εἰδώλῳ Μωάβ· ἕτεροι δὲ τῆ Ἀστάρτῃ. ἦσαν δὲ, οἳ καὶ τῷ Βάαλ καὶ τῆ στρατιᾷ τοῦ οὐρανοῦ. ταύτητοι Θεὸς ἐπῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου “Ὅτι κατὰ ἀριθμὸν πόλεων σου ἤσαν θεοί σου Ἰούδα. ἑκάστη γὰρ πόλις τῶν παρ’ αὐτοῖς ἴδιον ἔχειν ὡμολόγει θεόν. τοῦτο αὐτὸ πλῆθος ἀδικιας ὀνομάζει δικαίως. ἀδίκημα γὰρ ἀληθῶς καὶ ὕβρις εἰς Θεὸν, τὸ ἀποφοιτᾶν μὲν αὐτοῦ, προσκεῖσθαι δὲ ξύλοις τε καὶ λίθοις, καὶ “τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν,” καθάπερ γέγραπται. μανίαν δὲ λέγει τὴν μαντείαν. οὐκοῦν ἐπειδήπερ πλῆθος ἀδικίας ηὕρηται ἐν σοί φησι, ταύτῃτοι καὶ παρὰ σοὶ πεπλήθυνται μανία, τουτέστιν ἡ ψευδομαντεία, ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ψευδομάντεων ἴδιον ἔχοντος τρόπον, καθ’ ὃν ἐμαντεύετο. ἔκτοπον οὖν ἄρα καὶ παράνομον καὶ βέβηλον ἀληθῶς, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι λυπεῖν καὶ παροτρύναι δεινῶς τὸν τῶν ὅλων Θεὸν, τὸ ψευδοεπείαις προσκεῖσθαι φιλεῖν τῶν λαλεῖν εἰω- θότων τὰ "ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ Ib. xxiii. “ἀπὸ στόματος κυρίου. παραφυλακτέον δὴ οὖν Χριστιανοῖς τὸ πλημμέλημα. μόνοις γὰρ ἂν πρέποι τὸ τοιάδε νοσεῖν τοῖς τῶν δαιμόνων θεραπευταῖς.