Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 31-7
Not analysed yet
Αἴρει μὲν ὥσπερ καὶ διὰ τούτων ὑψοῦ τὰ συμβεβηκότα, καὶ ἐν ἀφορήτοις ποιεῖται δείμασι, πλείστης μὲν ὅσης δεῖσθαι λιτῆς τὸ πρᾶγμα δηλῶν, διά γε τοῦ χρῆναι καὶ αὐτοὺς κατοιμώζειν τοὺς ἱερέας. πλὴν ἔχει τι καὶ εὐτεχνὲς ὁ λόγος. ἐπειδὴ γὰρ τοῖς τῶν εἰδώλων τεμένεσιν ἀβουλότατα προσιζήσαντες, καίτοι Θεοῦ καταπαίοντος ἐξ ὀργῆς, ἐζήτουν ἐκεῖ- θεν τὰς ἐπικουρίας, ἀπονέμει χρησίμως ὁ τῶν ὅλων Θεὸς τοῖς ἰδίοις ἱερουργοῖς τὸ καθηγεῖσθαι λιτῆς, καὶ προεστάναι τληπαθῶς τῶν εἰς μετάγνωσιν σπουδασμάτων, ἵν εἰδεῖεν οἱ πεπλημμεληκότες, ὡς εἰ μὴ Θεῷ μᾶλλον ἕλοιντο τὰ φίλα ζητεῖν, καὶ αὐτῷ προσάγοιεν τὰς λιτὰς, οὐκ ἂν διακρούσαιντο τὴν ὀργήν. χρῆναι δὴ οὖν ἔφη τοὺς ἱερατεύοντας, μονονουχὶ καὶ δανείζειν τοῖς ἄλλοις τοὺς ἐπὶ ταῖς λιταῖς πόνους, κοπετόν τε καὶ θρῆνον καὶ σάκκου περιβολὴν, δι’ οὗ σημαίνεται τρυφῆς τε καὶ ἀναπαύλης ἀπόθεσις, σκληραγωγία τε καὶ πόνος, καὶ ζωῆς ἁγιοπρεποῦς ὀρθὴ καὶ ἀμώμητος ἐπιτήδευσις. εἶτα τοῦ πόνου τὴν αἰτίαν ἐναργῆ καθιστὰς, ἀπεσχηκεναι φησὶν ἐξ οἴκου Θεοῦ θυσίαν καὶ σπονδήν· δριμὺς ὁ λόγος· οὐ γὰρ ἐνηνέχθαι πρὸς τὸ μεῖον, ἤγουν ἠλαττῶσθαί φησι θυσίαι ἰαὶ σπονδὴν, ἀπεσχηκεναιι δὲ μᾶλλον, ὅπερ ἐστὶ παντελοῦς ἀνατροπῆς σημαντικόν. δεινὸν δὲ τὸ χρῆμα καὶ δυσαχθὲς ἀληθῶς τοῖς λαῶν προεστηκόσιν, εἰ κατὰ μηδένα τρόπον παρὰ τῶν ὑπεζευγμένων θεραπεύοιτο Θεός.