Ancient Greek · ~2 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 31-8
Not analysed yet
Απρακτα μὲν τὰ Τυρίων ἔσεσθαι μηχανήματα καὶ τὰ ἐκ τῆς δυστροπίας εὑρέματα κατὰ τῶν ἐξ Ἰσραὴλ, ἐναργέστατά φησιν, ἐξ ἀντιστρόφου δὲ ὥσπερ γενέσθαι τοῖς ἠδικηκόσι τὴν συμφορὰν, καὶ τοῖς ἴσοις ἐναλῶναι κακοῖς, μονονουχὶ πιπτούσης εἰς κεφαλὴν τῶν ἀνόσια πεπλημμεληκότων τῆς ἰσοστάθμου δικῆς. ὥσπερ γὰρ αὐτοὶ τὸ ἐξ Ἰούδα γένος εἷλον, εἶτα τοῖς ἀνδραποδώναις δεδώκασιν, ἀποκομίζειν εἰπόντες εἰς ἔθνος μακρὰν, οὕτω τὰ αὐτῶν ἀπεμπολησθήσεσθαι τέκνα, φησὶ, διὰ χειρὸς Ἰουδαίων, καὶ ὅτι πάντη τε καὶ πάντως τὰ τοιάδε συμβήσεται, προσεμπεδοῖ λέγων Ὄτι κύριος ἐλάλησεν. ἀνήνυτον δὲ πάντως οὐδὲν ὃ φθέγξεται