Ancient Greek
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 31.1
Not analysed yet
Ἐγγὺς δὴ σφόδρα ταῖς ἀποτομωτάταις ὀργαῖς τῶν ἀνιαρῶν ἡ λύσις, καὶ τῶν σκυθρωπῶν τὸ πέρας, ὅσον ἧκεν εἰς λόγους, οὐ μακράν. ὅτι μὲν γὰρ ἔσται κατὰ καιροὺς ἀπόβλητος ὁ Ἰσραὴλ, προκαταμεμήνυκεν ἐναργῶς, διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων· ὅτι δὲ οὐκ εἰσάπαν οἰχήσεται, καὶ ἀπολεῖται παντελῶς, ἀλλ῾ ἔσται τις αὐτοῖς τῆς εἰς τὸ ἀρχαῖον ἀνδρομῆς ὁ καιρὸς, καὶ τῆς εἰς θεὸν ἀγάπης ἀνάληψις, διὰ πίστεως δηλαδὴ τῆς εἰς χριστὸν, πεπληροφόρηκε πάλιν. Ἔδει γὰρ ἔδει τοὺς προφητικῶν μέλλοντας ἀκούσεσθαι λόγων, ὅλον εἰδέναι σαφῶς τὸ μυστήριον, καὶ τοὺς τῆς θείας οἰκονομίας μὴ ἀγνοῆσαι τρόπους. ἔσται τοίνυν, φησὶν, ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. τὸ ἐν τῷ τόπῳ, τί ἂν βούλοιτο δηλοῦν, φέρε λέγωμεν ἀκριβῶς. γεγόνασι μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν τῶν Ἀσσυρίων, ὡς ἔφην, ἀπεκομίσθησαν γῆν. ἀλλ᾿ ἦσαν ἐκεῖ κλαίοντες τε καὶ ἀνοιμώζοντες καὶ ἀπρακτοῦντες περὶ τὸν νόμον· καὶ τοῦτο ἡμῖν ἐναργὲς ἐποίει λέγων ὁ μακάριος Δαυείδ “Ἐπὶ τὸν “ποταμὸν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν “τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών·” ἔφη δὲ πάλιν “Πῶς “ᾅσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; “ἀλλ᾿ ὑπονοστήσαντες εἰς Ἱεροσόλυμα, Θεοῦ κατοικτείροντος, οὐδὲν ἧττον ἦσάντ τε καὶ ὠνομάζοντο λαὸς Θεοῦ, καὶ διετέλουν ἐν εὐημερίαις λατρεύοντες ἐλευθέρως, καὶ τὰς κατὰ νόμον τελοῦντες θυσίας. οὐ γὰρ ἐξῆν ὅλως ἑτέρωσε ποι πληροῦν τὰ διωρισμένα, ἀλλ᾿ ἐν μόνοις τοῖς Ἱεροσολύμοις καὶ ἐν τῷ ναῷ, σαφῶς τοῦ διὰ Μωυσέως παρεγγυῶντος νόμου “Πρόσ- “εχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν “παντὶ τόπῳ, ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται “Κύριος ὁ Θεός σου, ἐκεῖ ἐπικληθήναι τὸ ὄνομα αὐτοῦ, “ἐκεῖ οἴσεις τὰ ὁλοκαυτώματά σου.” οὐκοῦν ὑποστρέφοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις, καὶ τὴν τῶν ἀλλοφύλων καταλιμπάνοντες γῆν, πάλιν ἐπλήρουν τὰ νενομισμένα διὰ Μωυσέως, ἐχρημάτιζόν τε λαὸν θεοῦ· μετὰ δέ γε τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τὴν γενομένην αὐτοῖς πολιοπκίαν τε καὶ πόρθησιν, ἐν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις πανοικὶ διεσπάρησαν. πῶν οὖν ἔσονται κατὰ καιροὺς εἰς λαὸν θεοῦ; ἆρα δὴ πάλιν ἐν τοῖς Ιεροσολύμοις ὑπονοστήσαντες, καὶ ἐν τῷ ναῷ συναγηγερμένοι; ἤγουν ἐν ἐκείνοις ὄντες τοῖς τόποις, ἔνθαπερ εἶεν ἂν ἕκαστοι κατεσκεδασμένοι; τί φησιν ὁ προφήτης; Ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. ἀπώλισθον μὲν γὰρ τοῦ εἶναι λαὸς θεοῦ, καὶ ἐν ταῖς τῶν ἐθνῶν διεσπάρησαν χώραις, ὃ καὶ εἰς δεῦρο σωζόμενον κατίδοι τις ἂν. ἀλλ᾿ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, “ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,“ τότε δὴ τότε καὶ αὐτὸς ὁ ἀπόβλητος Ἰσραὴλ εἰς υἱοὺς παραδεχθήσεται Θεοῦ, καίτοι διατρίβων ἐν τόποις ἔνθαρπερ ἂν εἶεν καὶ εὑρίσκοιντο τυχόν· τὸ γὰρ ἀναγκάζον οὐδὲν ἀναβαίνειν εἰς Ἱεροσόλυμα, καὶ τὸν ἐν λίθοις ἔτι ζητῆσαι ναόν· ὅτι μηδὲ τοῖς ἀρχαίοις ἔθεσι τιμήσει Θεόν. βουθυσίαις δὴ λέγω καὶ προβάτων σφαγαῖς· ἀλλ᾿ ὁ τῆς λατρείας αὐτοῖς ἔσται τρόπος πίστις ἡ εἰς Χριστὸν, καὶ τὰ αὐτοῦ θεσπίσματα, καὶ ἁγιασμὸς ὁ ἐν Πνεύματι, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγέννησιες, τῆς υἱοθεσίας περιποιοῦσα τὴν δόξαν τοῖς αὐτῆς ἀξίοις καὶ κεκλημένοις εἰς τοῦτο παρὰ Κυρίου.